Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

συνήφθη δὲ τούτοις μετέπειτα ὁ καλούμενος Ἠλξαΐ ἐν χρόνοις βασιλέως Τραιανοῦ μετὰ τὴν τοῦ σωτῆρος παρουσίαν, ὃς ἐγένετο ψευδοπροφήτης· συνεγράψατο δὲ οὗτος βιβλίον δῆθεν κατὰ προφητείαν ἢ ὡς κατὰ ἔνθεον σοφίαν· φασὶ δὲ καὶ ἄλλον τινὰ Ἰεξαῖον εἶναι ἀδελφὸν τούτου.

γέγονε δὲ οὗτος ὁ ἄνθρωπος πεπλανημένος τὸν τρόπον ἀπατηλὸς τὴν γνώμην, ἀπὸ Ἰουδαίων ὁρμώμενος καὶ τὰ Ἰουδαίων φρονῶν, κατὰ νόμον δὲ μὴ πολιτευόμενος, ἕτερα ἀνθ᾿ ἑτέρων παρεισφέρων καὶ [τὴν] ἰδίαν αὑτῷ πλάσας,

ἅλας καὶ ὕδωρ καὶ γῆν κοὶ ἄρτον καὶ οὐρανὸν καὶ αἰθέρα καὶ ἄνεμον ὅρκον αὐτοῖς εἰς λατρείαν ὁρισάμενος· ποτὲ δὲ πάλιν ἄλλους μάρτυρας ἑπτὰ ὁρισάμενος, τὸν οὐρανόν φημι καὶ τὸ ὕδωρ καὶ πνεύματα, <ὥς> φησιν, ἅγια καὶ τοὺς ἀγγέλους τῆς προσευχῆς τὸ ἔλαιον καὶ τὸ ἅλας καὶ τὴν γῆν.

ἀπεχθάνεται δὲ τῇ παρθενίᾳ, μισεῖ δὲ τὴν ἐγκράτειαν, ἀναγκάξει δὲ γαμεῖν· φαντασιώδη δέ τινα ὡς δῆθεν <ἐξ> ἀποκαλύψεως παρεισφέρει, ὑπόκρισιν δὲ διδάσκει,

φήσας μὴ εἶναι ἁμαρτίαν, εἰ καί <τις> παρατύχοι εἴδωλα καιρῷ ἐνστάντος διωγμοῦ, ἐὰν μόνον ἐν τῇ συνειδήσει μὴ προσκυνήσῃ.