Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ὅθεν τὰ μὲν πάντα φυλάττουσι τῶν Ἰουδαίων Ἰουδαῖοι ὄντες, θυσίαν δὲ οὐκ ἔθυον οὐδὲ ἐμφύχων μετεῖχον, ἀλλὰ αθέμιτον ἦν παρ’ αὐτοῖς τὸ κρεῶν μεταλαμβάνειν ἤ θυσιάζειν αὐτοῖς. ἔφασκον γὰρ πεπλάσθαι ταῦτα τὰ βιβλία καὶ μηδὲν τούτων ὑπὸ τῶν πατέρων γεγενῆσθαι.

αὕτη ἦν ἡ τῶν Νασαραίων διαφορὰ πρὸς τὰς ἄλλας, ὡς καὶ πρὸς αὐτοὺς ὁ ἔλεγχος οὐκ ἐν ἑνὶ τόπῳ, ἀλλὰ ἐν πολλοῖς ἐστι φανερός.

2. Πρῶτον μὲν <ἐν> τῷ ὁμολογεῖν αὐτοὺς τοὺς πατέρας καὶ πατριάρχας καὶ Μωυσέα· ἄλλης τῶν πατέρων ὀνομασίας καὶ ἀριστείας, εἰ μὴ ἐξ αὐτῶν τῶν γραφῶν τῆς πεντατεύχου;

καὶ πῶς οἷόν τε ἐν ταὐτῷ εἶναι ἀληθὲς καὶ ψεῦδος καὶ ἐν μέρει τὴν γραφὴν ἀληθεύειν, ἐν μέρει δὲ ψεύδεσθαι,

τοῦ σωτῆρος λέγοντος »ἤ ποιήσατε τὸ δένδρον ἀγαθὸν καὶ τοὺς καρποὺς ἀγαθοὺς ἤ τὸ δένδρον σαπρὸν καὶ τοὺς καρποὺς σαπρούς«· »οὐ δύναται γὰρ δένδρον ἀγαθὸν καρποὺς σαπροὺς ποιῆσαι, οὐδὲ δένδρον σαπρὸν καρποὺς ἀγαθοὺς ποιῆσαι«.