Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

καὶ κυκλεύετε θάλασσαν καὶ ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν«.

Τί τοίνυν περιττότερον τῶν ἁγίων ῥήσεων προβάλοιτό τις πρὸς ἀντίθεσιν τῶν προειρημένων; ἀλλὰ καὶ ἀρκεῖσθαι μᾶλλον ἡγοῦμαι [*](2 Jes. 1, 19 f — 11 Matth. 23, 15 — 11 f Matth. 23, 23 — 13 Matth, 23, 25 — 14 Matth. 23, 18 — 17 Matth. 23, 22 — 20 Mark. 7, 11 — 23 Matth. 23, 15 V (bis οὐρανῷ Z. 17; von da an G U) M) [*](1 <τῇ> * | ὅτι *] τὸ V M 5 ὁ < Μ | <ὁ> * 6 ἐὰν2] ἂν u. hinter 7f ἄρα τοίνυν — Φαρισαίων V corr] < V M vor οὐ + ὡς V 10 παρὰ] διὰ M 11 καταλελοίπατε aus καταλελύπαται Vcorr 12 τὸν] τὸ M 15 καὶ ἀκρασίας < M 16 τὸ δὲ] > δὲ M 16f τοῦ ὅρκου Pet.] τῶ ὅρκω VM 18 αὐτοῦ U ἐπάνω τοῦ οὐρανοῦ M 20 ἢ] καὶ GU 21 ὃ2 + ἂν U | ὠφεληθῆς U | vor οὐκέτι + καὶ U | τιμήσει U 25 διπλότερον hinter αὐτὸν (Z. 24) GU 26 προβάλοιτο *] ὑπερβάλοιτο GUM 27 μάλα GU)

214
ταῖς τοῦ σωτῆρος σοφαῖς καὶ ἀληθιναῖς λέξεσι, πρὸς ἃς οὐκ ἠδυνήθησαν ἀντωπῆσαι οὔτε πρὸς τὸ βραχύτατον.

Ταύταις δὲ συνέπεταί τις αἵρεσις Ἡμεροβαπτιστῶν οὕτω καλουμένων, μηδὲν μὲν παραλλάττουσα τῶν ἄλλων, ἀλλ’ ἴσα τῶν Γραμματέων καὶ Φαρισαίων φρονοῦσα, οὐ μὴν ἐξισουμένη τοῖς Σαδδουκαίοις ἐν τῇ τῶν νεκρῶν ἀναστάσεως ἀρνήσει, ἀλλὰ τῇ ἀπιστίᾳ τῇ

ἐν τοῖς ἄλλοις. τοῦτο δὲ περιττὸν ἠν αὕτη κεκτημένη ἡ αἵρεσις, ὥστε ἐν ἔαρί τε καὶ μετοπώρῳ χειμῶνί τε καὶ θέρει πάντοτε καθ’ ἡμέραν βαπτίζεσθαι, ὅθεν καὶ Ἡμεροβαπτιστῶν εἴληφε τὴν ἐπωνυμίαν.

ἔφασκε γὰρ αὕτη ἡ αἵρεσις ἄλλως μὴ εἶναι ζῆν ἀνθρώπῳ, εἰ μή τι ἄρα καθ’ ἑκάστην ἡμέραν βαπτίζοιτό τις ἐν ὕδατι, ἀπολουόμενός τε καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰτίας.