Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. Ταῦτα δὲ μοι οὐκ εἰς στρόβησιν τῶν ἐντυγχανόντων κατατέτακται οὐδὲ ἵνα τὴν χυδαιολογίαν τῶν τὴν ἀσύστατον καὶ φρενο- βλαβῆ μωρολογίαν τῆς ἀστρονομίας τῷ βίῳ παρεισαξάντων συστήσω· ἐλήλεγκται γὰρ αὕτη ὑπὸ τῆς ἀληθείας ἀσύστατος οὖσα καὶ ἐσφαλμένη.

εἴρηται δὲ ἡμῖν ἐν ἄλλοις λόγοις πολλὰ πρὸς ἀνατροπὴν τῶν γένεσιν καὶ εἱμαρμένην νομιζόντων, ἀλλὰ καὶ ἐν τῷ προοιμίῳ τούτου τοῦ συντάγματος ἐν ὀλίγῳ ἡμῖν κατὰ τῶν αὐτῶν πεπραγμάτευται· διὰ δὲ τὸ μή τινα νομίσαι κατὰ συκοφαντίαν ἡμᾶς κατά τινων φέρεσθαι καὶ μὴ τὰ ἀληθῆ ἐκ παραδόσεων ἀκριβώσαντας ἐκθέσθαι ταῦτα ἡμῖν καὶ ὀνομαστὶ εἴρηται.