Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀκολουθήσαντες μετωνόμασαν εἰς τὴν Ἑβραΐδα τὰ αὐτὰ ὀνόματα οὕτω· Κριὸν δὴ τὸν παρ᾿ ἐκείνοις λεγόμενον τελά, Ταῦρον σώρ, Διδύμους θωμίμ, Καρκίνον σαρατάν, Λέοντα ἀρί, Παρθένον βεθουλά, Ζυγὸν >, Σκορπίον ἀκράβ, Τοξότην κέσετ, Αἰγόκερων γαδί Ὑδρηχόον δαλλί, Ἰχθύας δεγγίμ.

3. Ταῦτα δὲ μοι οὐκ εἰς στρόβησιν τῶν ἐντυγχανόντων κατατέτακται οὐδὲ ἵνα τὴν χυδαιολογίαν τῶν τὴν ἀσύστατον καὶ φρενο- βλαβῆ μωρολογίαν τῆς ἀστρονομίας τῷ βίῳ παρεισαξάντων συστήσω· ἐλήλεγκται γὰρ αὕτη ὑπὸ τῆς ἀληθείας ἀσύστατος οὖσα καὶ ἐσφαλμένη.

εἴρηται δὲ ἡμῖν ἐν ἄλλοις λόγοις πολλὰ πρὸς ἀνατροπὴν τῶν γένεσιν καὶ εἱμαρμένην νομιζόντων, ἀλλὰ καὶ ἐν τῷ προοιμίῳ τούτου τοῦ συντάγματος ἐν ὀλίγῳ ἡμῖν κατὰ τῶν αὐτῶν πεπραγμάτευται· διὰ δὲ τὸ μή τινα νομίσαι κατὰ συκοφαντίαν ἡμᾶς κατά τινων φέρεσθαι καὶ μὴ τὰ ἀληθῆ ἐκ παραδόσεων ἀκριβώσαντας ἐκθέσθαι ταῦτα ἡμῖν καὶ ὀνομαστὶ εἴρηται.

ἐσχάτη δὲ αὐτοῖς ἀπορία καὶ ἠλιθιότης οὐχ ἡ τυχοῦσα, τοῖς καὶ ἀνάστασιν ὁμολογοῦσιν καὶ κρίσιν δικαίαν ὁριζομένοις. πῶς γὰρ δύναται κρίσις εἶναι καὶ εἱμαρμένη;

δυοῖν γὰρ ἀνάγκη θάτερον, ἢ γενέσεως ὑπαρχούσης μὴ εἶναι κρίσιν διὰ τὸ τὸν πράττοντα οὐκ ἀφ᾿ ἑαυτοῦ πράττειν, ἀλλὰ κατὰ ἀνάγκην ἐπικρατείας τῆς πεπρωμένης,