Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἀλλὰ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ᾿ αὐτοῖς σφόδρα ἐχρημάτιζεν. αὐτίκα γοῦν τὰ Ἑλληνικὰ ὀνόματα τὰ ἐκ τῆς τῶν πεπλανημένων ἀστρονομίας κατὰ τὴν Ἑβραϊκὴν διάλεκτον ἑτέροις ὀνόμασι παρ᾿ αὐτοῖς μετωνόμασται·

οἷον Ἥλιος ἡμὰ καὶ σέμες, Σελήνη ἰέρεε καὶ ἀλβανά, ὅθεν καὶ μήνη καλεῖται (ἰέρεε γὰρ ὁ μὴν λέγεται, μήνη δὲ ἡ σελήνη, καὶ παρ’ Ἕλλησι διὰ τὸν μῆνα), Ἄρης χωχὲβ ὀκβόλ, Ἑρμῆς χωχὲβ ὀχομόδ, Ζεὺς χωχὲβ βάαλ, Ἀφροδίτη ζερούα ἤτοι λουήθ, Κρόνος χωχὲβ σαβήθ λέγεται δὲ παρ᾿ αὐτοῖς καὶ ἄλλοις ὀνόμασιν, οὐκ ἠδυνήθην δὲ ἀκριβῶς τὴν τούτων ἐπωνυμίαν ἐκθεῖναι).