Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐνήστευον δὲ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν δὲ τὴν δεκάτωσιν, τὰς ἀπαρχὰς ἐδίδουν, τριακοντάδας τε καὶ πεντηκοντάδας, τάς τε θυσίας καὶ τὰς εὐχὰς ἀσφαλέστατα ἀπετίννυον.

τῷ δὲ προειρημένῳ σχήματι τῶν Γραμματέων προήρχοντο, διά τοι τῆς ἀμπεχόνης καὶ διὰ τῶν ἄλλων σχημάτων καὶ γυναικικῶν ἱματίων ἐν πλατείαις ταῖς κρηπῖσιν καὶ γλώτταις τῶν ὑποδημάτων προϊόντες.