Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἔχοντες δέ τινα »κράσπεδα« σημαντικὰ τῆς αὐτῶν πολιτείας εἰς ἐπίδειξιν κόμπου καὶ ἔπαινον τῶν θεωμένων· καὶ »φυλακτήρια« παρ᾿ ἑαυτοῖς ἐπὶ τὰ ἱμάτια ἐπετίθεντο τουτέστι πλατέα σήματα πορφύρας.

νομίσῃ δ᾿ ἄν τις, ἐπειδήπερ καὶ ἐν τῷ εὐαγγελίῳ τοῦτο ἐμφέρεται, μὴ ἄρα περὶ περιάπτων λέγει, ἐπειδὴ καὶ εἴωθόν τινες τὰ περίαπτα φυλακτήρια ὀνομάζειν.

οὐκ ἔχει δὲ ὁ λόγος τὸ παράπαν περὶ τούτου. ἀλλ᾿ ἐπειδὴ στολὰς εἴτ᾿ οὖν ἀμπεχόνας οἱ τοιοῦτοι ἀνεβάλλοντο καὶ δαλματικὰς, εἴτ᾿ οὖν κολοβίωνας ἐκ πλατυσήμων διὰ πορφύρας ἁλουργοϋφεῖς κατεσκευασμένας, τὰ δὲ σήματα τῆς πορφύρας φυλακτήρια εἴωθον οἱ ἠκριβωμένοι μετονομάζειν, τούτου ἕνεκεν φυλακτήρια αὐτὰ καὶ ὁ κύριος κατ᾿ ἐκείνους εἴρηκε.

δηλοῖ δὲ καὶ ἡ ἀκολουθία τὴν φράσιν τῆς ὀνομασίας, <τὸ> »καὶ τὰ κρά- σπεδα τῶν ἱματίων‘· τὰ γὰρ κράσπεδά <φησιν> ἵνα εἴπῃ κροσσούς, τὰ φυλακτήρια, ἴνα εἴπῃ τῆς πορφύρας τὰ σήματα. φησὶ γὰρ ὅτι »πλατύνετε τὰ φυλακτήρια καὶ τὰ κράσπεδα τῶν ἱματίων ὑμῶν μεγαλύνετε«.

ῥοίσκους δέ τινος ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος εἶχεν ἐξ αὐτοῦ τοῦ στήμονος καταδεδεμένους, ἐν ᾠ χρόνῳ ἐνεκρατεύετο ἢ παρθενίαν ἤσκει· ἐπειδὴ γὰρ ἕκαστος ταξάμενος ὥριζε καιρὸν ἁγνείας ἢ ἐγκρατείας καὶ ταῦτα αὐτῶν τὰ πρωτότυπα ἠν εἰς τὸ ἐμφαίνειν τοῖς ἀνθρώποις τὰ παρ’ αὐτῶν ἐπαγγελλόμενα, ἵνα μηδεὶς ἅψηται δῆθεν τῶν ἡγιασμένων.