Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

3. καὶ αὐτοὶ δὲ ἀνατραπήσονται ἀπὸ τῆς ἀξιοπίστου τοῦ κυρίου φωνῆς, ἣν αὐτοὶ καθ’ ἑαυτῶν ἐπεσπάσαντο διὰ τῆς τοῦ ζητήματος ἐπιλύσεως, ὅτε προσῆλθον αὐτῷ λέγοντες, εἰ δύναται εἶναι νεκρῶν ἀνάστασις· καὶ ὅτι ἑπτὰ ἀδελφοὶ ἐγένοντο, καὶ ὁ πρῶτος γυναῖκα ἔγημεν καὶ ἄπαις ἐτελεύτα, καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, Μωυσέως παρακελευομένου ἐπιγαμβρεῦσαι τὴν γυναῖκα τοῦ ἀδελφοῦ ἄπαιδος τελευτήσαντος καὶ ἄγεσθαι αὐτὴν τῷ ἀδελφῷ αὐτοῦ πρὸς τὸ ἐξαναστῆσαι σπέρμα εἰς ὄνομα τοῦ κατοιχομένου. ἔλαβε γοῦν, φησί, ταύτην ὁ πρῶτος καὶ ὁ δεύτερος καὶ ἐτελεύτησαν, ὁμοίως καὶ οἱ ἑπτά. ἐν δὲ τῇ ἀναστάσει τῶν νεκρῶν τίνος ἔσται αὕτη γυνή, ἐπειδὴ καὶ οἱ ἑπτὰ αὐτὴν ἐγνώκασιν;

ὁ δὲ κύριος ἔφη »πλανᾶσθε, μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ. ἐν γὰρ τῇ ἀναστάσει τῶν νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλὰ ἰσάγγελοί εἰσιν. ὅτι δὲ ἀναστήσονται οἱ νεκροὶ Μωυσῆς ὑμᾶς διδάξει, ὡς ὁ θεὸς αὐτῷ ἐχρημάτισε λέγων, ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ· θεὸς δέ ἐστι ζώντων καὶ οὐχὶ νεκρῶν«. καί »ἐφίμωσεν αὐτῶν τὸ στόμα«. εὐάλωτοι γὰρ οὗτοι καὶ μὴ δυνάμενοι ἀντιστῆναι μὴ μίαν ὥραν πρὸς τὴν ἀλήθειαν.

Μετὰ τούτους τοὺς Σαδδουκαίους Γραμματεῖς γεγόνασιν, ἀνὰ μέσον τοῦ χρόνου ἢ καὶ σὺν αὐτοῖς τὴν ἡλικίαν κατάγοντες· οἵτινες [*](1 Tgl. Matth. 22, 23 — 2 f vgl. Act. 23, 8 — 7f Luk. 20, 27 ff u. Par. — 17 Luk. 20, 33 (Matth. 22, 29) — 22 Matth. 22, 34 G U (bis Μωυσῆς Ζ. 20, von da an V) Μ) [*](2 δὲ < M 5 γὰρ] δὲ M 6 τε *] δὲ G U M 8 ἣν] ἀφ’ ἧς G M 9 ὅτι 11 ἄπαις < GM | ταύτην G 12 ἐπιγαμβρεύεσθαι GU | ἄπαιδος < 13 τὴν αὐτὴν GU | αὐτοῦ ἀδελφῶ G αὐτοῦ < U 14 γοῦν <M 16 δὲ<GU 17 αὐτὴν ἐγνώκασιν] ἴσχον αὐτήν U 18 ·μήτε G 22 Γε ἐστι < V | οὐ 22f ἐφήμωσεν VM ἐφίμωσεν V corr 24 μὴ] μηδὲ? * 25 <αἱρέσεως> * | δευτέρα)

209
ἠσαν δευτερωταὶ τοῦ νόμου ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι, τὰ μὲν ἄλλα πράττοντες τῶν Ἰουδαίων περιττὴν δέ τινα δῆθεν σοφιστικὴν ὑφήγησιν εἰσηγούμενοι,