Panarion (Adversus Haereses)

Epiphanius

Epiphanius. Epiphanius, Volume 1-3. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915-1933.

ἐνέμειναν γὰρ οἱ Ἐσσηνοὶ τῇ πρώτῃ ἀγωγῇ μηδὲν ὑπερβαλλόμενοι· μετὰ τούτους Γοροθηνοὶ διεφώνησαν πρὸς ἀλλήλους διὰ σμικρόν τι, ἐπειδήπερ ἀντιλογία τις [*](1 Num. 11, 16f — 4 Gen. 1, 26 — 6 Gen. 19, 24 — 16 ff das im Folgenden Berichtete ist Epiphanius ümlich V Μ) [*](2 σὲ VM 3 ἀντιλή///ψονται, μ ausradiert V corr 4 <ὁ> * 7 * <οὐ χρὴ αὐτοῖς συζητεῖν> * 8 〈μόνη〉 * 9 > * | + λοιπῆ U, wohl richtige Verbesserung 10 τις < M | νῦν M 11 οἳ Μ 11f προαχθείσῃ παρ’ αὐτοῖς] φθασάση αὐτοὺς V corr 14 προορῶμαι V; lies προείπομεν? * 16 κατὰ Ἐσσηνῶν, πρώτης αἱρέσεως ἀπὸ Σαμαρειτῶν, δεκάτης δὲ τῆς ἀκολουθίας V κατὰ Ἐσσηνῶν, ἀπὸ Σαμαρειτῶν αἱρέσεις ݲ, τῆς δὲ ἀκολουθίας ιݲ Μ 17 οὗτοι sc. οἱ Σαμαρεῖται | αἱρέσεις αἱρέσεις 18 ἀλλήλοις U] τοῖς ἄλλοις VM | > περιτομῆς καὶ σαββάτου ]* περιτομῆ καὶ σαββάτω (aber nachher τῶν) VM | <ἄλλων τῶν> * 19 δὲ] τε M 20 Δοσιθέων Μ | ἔμειναν 21 τῇ πρώτῃ — ὑπερβαλλόμενοι < M | τοὺς Γοροθηνοὺς M)

204
ἀνὰ μέσον αὐτῶν γεγένηται, φημὶ δὲ μέσον Σεβουαίων καὶ Ἐσσηνῶν καὶ Γοροθηνῶν.

ἡ δὲ ἀντιλογία τοῦτον ἔχει τὸν τρόπον· ὁ νόμος ἐκέλευεν ἐκ πανταχόθεν τοὺς Ἰουδαίους συναθροίζεσθαι εἰς τὰ Ἱεροσόλυμα, πολλάκις μὲν οὐν <καὶ> κατὰ τρεῖς καιροὺς τοῦ ἔτους, τε τὸν τῶν Ἀζύμων καὶ κατὰ Πεντηκοστὴν καὶ κατὰ Σκηνοπηγίαν.

ᾤκουν δὲ Ἰουδαῖοι διεσπαρμένοι καὶ ἐν τοῖς τέρμασι τῆς Ἰουδαίας καὶ Σαμαρείας. συνέβαινε δὲ αὐτοῖς διὰ τῶν Σαμαρειτῶν τὴν ὁδοιπορίαν πολεῖσθαι διερχομένοις εἰς τὴν Ἱερουσαλήμ.

ἐπεὶ οὖν συνετύγχανον ἐν ἑνὶ καιρῷ τὸ ἄθροισμα ἔχοντες τοῦ ἑορτάζειν, ἐντεῦθεν συμπληγάδες ἐγίνοντο· ἀλλὰ καὶ ὅτε ᾠκοδόμει Ἔσδρας τὴν Ιερουσαλὴμ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, ἀξιωσάντων τῶν Σαμαρειτῶν συνεπιδοῦναι βοήθειαν Ἰουδαίοις καὶ συνοικοδομῆσαι καὶ ἀποτραπέντων παρ᾿ αὐτοῦ τοῦ Ἔσδρα καὶ τοῦ Νεεμία·

τότε οἱ Σεβουαῖοι διὰ μῆνιν καὶ ὀργὴν μετέθηκαν τοὺς καιροὺς τῶν ἑορτῶν τῶν προειρημένων, τὸ πρῶτον μὲν κατὰ ὀργὴν τοῦ Ἔσδρα, δεύτερον δὲ διὰ τὴν προειρημένην πρόφασιν τὴν εἰς μάχην προκαλουμένην αὐτοὺς διὰ τῶν παριόντων.

τάττουσι δὲ οὗτοι τὸν νέον μῆνα τῶν Ἀζύμων μετὰ τὸ νέον ἔτος, ὅπερ γίνεται ἐν τῷ μετοπώρῳ, τουτέστι μετὰ τὸν Θεσρὶ μῆνα, ὃς Αὔγουστος παρὰ Ῥωμαίοις καλεῖται Μεσορὶ δὲ παρ᾿ Αἰγυπτίοις Γορπιαῖος δὲ παρὰ Μακεδόσι παρ᾿ Ἔλλησι δὲ Ἀπελλαῖος.

ἀπεντεῦθεν οὗτοι ἀρχὴν τοῦ ἔτους ποιοῦνται καὶ εὐθὺς τὰ Ἄζυμα ἐπιτελοῦσιν, ἐν δὲ τῷ μετο- [*](2f vgl. Deut. 16, 16 — 10ff vgl. Esra 4, If Neb. 5, 63ff — 14ff die äer sind Epiphanius ümlich; über den Namen = äufer vgl. Brandt, äisches Religionssystem S. 180 Bousset, Hauptprobleme der Gnosis S. 283 — 18 ff über die (unter dem Einfluß des seleucidiscben Reichs erfolgte) Verlegung des in Samarien vgl. Ideler, Handbuch der Chronologie I 397 ff Lagarde, Mitteilungen IV 134 V (bis Νεεμία Ζ. 13; das ßende Blatt D u. das folgende E fast unleserlich; an deren Stelle GU) Μ) [*](1 Σεβουαίων aus Σεβουέων V corr 4 <καὶ> *, aber viell. ist πολλάκις οὖν verderbt u. ür zu lesen ἔμπροσθεν κυρίου * 5 τὸν < M 6 Ἰουδαῖοι + οἱ M | Ἰουδαίας] Γαλιλαίας? * 8 τὴν < M 13 ὑπ’ auf Rasur V corr 14 αἱρέσεως < GM κατὰ σεβουαίων, δευτέρα ἀπὸ Σαμαρειτῶν, ἑνδεκάτη δὲ τῆ ἀκολουθία U 15 vor τότε + καὶ U 16 κατ’ U | τοῦ < M 17 vor δεύτερον + τὸ U 21 Μεσόρη Μ | παρὰ1 M Γόρπαιος M 22 ἐντεῦθεν G 23 ποιοῦνται] ἡγοῦνται GU 23f μεθοπόρω U)

205
πώρῳ τὴν Πεντηκοστὴν ποιοῦσι, τὴν δὲ Σκηνοπηγίαν αὐτῶν ἐπιτελοῦσιν ὅτε παρὰ τοῖς Ἰουδαίοις τὰ Ἄζυμα καὶ τὸ Πάσχα. οὐ μὴν ἐπείσθησαν τοῖς Σεβουαίοις