Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

δεόμεθα οὖν τῆς ἀνυποκρίτου σου καὶ ὀρθῆς πίστεως, ἥν προλαβοῦσα ἀγαθὴ φήμη καὶ μέρτυρες ἀξιόπιστοι μαρτυποῦσι καὶ ἀνακηρύττουσι· καταζίωσον, εἰς τοῦτο παρὰ τοῦ σωτῆρος τεταγμένος, ἀνεξικάκως τὴν παράκλησιν ἡμῶν δέξασθαι καὶ θελῆσαι ἱεροῖς συγγράμμασι διὰ πλατυτέρου καὶ σαφεστέρου διηγήματος τὴν τῆς ἁγίας τριάδος τριάδος ἐκθέσθαι πίστιν καὶ ταῦτα ἡμῖν ἀποστεῖλαι, πρὸς τὸ καὶ ἡμᾶς ἐν ταύτῃ βεβαιωθέντας τυχεῖν τῶν σπουδαζομένων καὶ τοὺς ἤδη ἐν αὐτῇ εὖ βεβηκότας ἀγαζλλιαθῆναι καὶ τοὺς σφαλλομένους εἰ δυνατὸν ἰαθῆναι καὶ »τὸν θεὸν ἐν πασι δοξασθῆναι«.

[*](7 Luk. 8, 24 Matth. 8, 25 — 15 f | Petr. 4, 11 L J V)[*](1 κυριότητι + τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ν 2 τετάχθαι σχήματι] τάξει τε· τάχθαι ν | ἔτι < LJ 3 διαλαμβανόντων *] διαλαμβάνουσι LJy 4 τε) | ἡμῶν L 5 τὸν < L J | ὑγιῆ] ὀρθὴν v 5 f ἐκθέσθαι ὑμῖν ν 6 σὴν + ἐμοῦ κυρίου V | ἀνενέγκαι] ἀναπέμψαι v 9 μαρτυροῦσι καὶ < v | V 9 f καταξιῶσαι L J 12 πίστιν ἐκθέσθαι ν 13 ταῦτα] ταύτην LJ 14 εὖ βεβηκότας] εὐσεβηκότας L J)
5

Ἐπιστολὴ γραφεῖσα εἰς Παμφυλίαν τοῖς περὶ τὸν πρεσβύτερον Ματίδιον καὶ Ταραντῖνον καὶ Νέωνα καὶ Νουμισιανὸν Σουέδρων καὶ Παλλάδιον πολιτευόμενον περὶ πίστεως πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ ἄλλων μερῶν τῆς πίστεως, ἀυαστάσεώς τε νεκρῶν φημι καὶ ἐνανθρωπήσεις Χριστοῦ, ἐν ἐνενηκοστῷ ἔττει Διοκλητιανοῦ ἐν μηνὶ Ἰουλίῳ, περὶ ὧν ἐν ταῖς ἑαυτῶν ἐπιστολαῖς ᾔτησαν, ὡς ἐν αὐταῖς ἐμφέρεται καὶ εἰσὶ προτεταγμένα.

Τοῖς κυρίοις μου καὶ τιμιωτάτοις ἀδελφοῖς καὶ συμπρεσβυτέροις, Ματιόίῳ καὶ Ταρσίνῳ καὶ > καὶ Νουμεριανῷ καὶ λοιποῖς πᾶσι τοῖς σὺν ὑμῖν καὶ τοῖς ποθεινοτάτοις τέκνοις ἡμῶν, Παλλαδίῳ καὶ Σευηριανῷ, τοῖς τὸν ἀγαθὸν ζῆλον ἐζηλωκόσι καὶ τὸν μακάριον καὶ περιπόθητον βίον ἑαυτοῖς ἑαυτοῖς ὀρθο- δόξου τε πίστεως καὶ τελείας συγκαταβάσεως τοῖς τὸ παρὰ τοῦ σωτῆρος εἰρημένον πληροῦσι, τό »εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς‘ καὶ τό ἐπώλουν τὰ ὑπάρχοντα αὐτῶν καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων«, καὶ ὅσα εἰσὶ καίρια καὶ ἀμαχώτατα ἐν ἡμῖν προσπορίσασθαι ταῖς ἑαυτῶν ψυχαῖς προστιθεμέΙνοις, Ἐπιφάνιος ὁ ἐλάχιστος τῶν ἐπισκόπων καὶ οἱ σὺν ἐμοὶ ἀδελφοὶ ἐν κυρίῳ θεῷ χαίρειν.

Ἤδη μὲν μὲν μακαρίσαιμι ἂν ἑαυτόν, ποθεινότατοι, ὄντι γε μὴ ὄντες ἡμεῖς ἱκανοὶ πρὸς τὴν τῶν ἁγίων καὶ σπουδαίων καὶ ζῆλον θεοῦ ἀνειλημμένων ἐνάρετον πολιτείαν καταξιούμεθα ὑπὸ τῶν αὐ- [*](5 f zu der Angabe über die Abfassungszeit des Ancoratus vgl. c. 60, 5 u. 119, 1 — 14 Matth. 19, 21 — 15 Act. 4, 34 f L J V) [*](1 — 7 Ἐπιστολὴ — προτεταγμένα] ἀντεπιστροφὴ πεμφθεῖσα πρὸς αὐτοὺς παρὰ τοῦ ἁγίου Ἐπιφανίου, ἥτις καὶ πᾶσαν τὴν περὶ τῆς θείας πίστεως διδασκαλίαν, ἢν ᾐτήσαντο, ἐν ἑαυτῇ διαλαμβάνει L J 2 Ταρασῖνον v 7 ἐμφέρεται *] ἐκ- φέρεται v 8 τοῖς < v Ι μου hinter τιμιωτάτοις LJ Ι < ν 8 f τέροις L J 9 και Νέωνι) * nach S. 2, 7 u. S. 5, 2 Ι Νουμερίω L J v 10 σὺν ἡμῖν L 11 Σεβηρίνω L J 15 τὰ ὑπάρχοντά σου v Ι τὸ] ὅτι v 15 f τὰ ἑαυτῶν ὑπάρχοντα v 16 ἐτίθεσαν LJ 17 ἐν ἡμῖν προσπορίσασθαι < L hinter προστιθεμένοις gesetzt v 18 ὁ v 19 θεῷ x003C; 20 f μὴ ὄντες ἡμεῖς ἱκανοὶ] ἀνίκανοι ὄντες v 22 vor ἐνάρετον + καὶ L, + τὴν v)

6
τῶν ὑπονύττεσθαι <εἰς τὸ< τὸν νοῦν διεγείρειν τε καὶ παριστᾶν εἰς τὸ χρήσιμον.

τὸ γὰρ ἐν ἡμῖν ἀεὶ ταπεινὸν φρόνημα ἡσυχῇ καρτερεῖν σπουδάζον καὶ μὴ περαιτέρω ἐπεκτείνεσθαι τῶν ἄγαν σκοπούντων ἐκεῖνο τὸ ταρὰ τῷ ἀποστόλῳ εἰρημένον »ἵνα μὴ ἐπεκτείνωμαι ὑπὲρ τὸ μέτρον τοῦ κανόνος οὗ δέδωκεν ἡμῖν ὁ θεὸς μέτρου«, ἀφικέσθαι πρὸς τοῦτο νῦν ἀναγκάζεται.

ἐκ πανταχόθεν γὰρ αἱ ψῆφοι πρυτανεύσασαι ὡς εἰπεῖν τοῦ ἐν ὑμῖν θεόθεν ζήλου τῶν τε ἄλλων ὁμοδόξων, φημὶ δὴ τῶν τὴν ὀρθοδοξίαν ζηλούντων, ἐν οἷς καὶ Ὑπατίου τοῦ τέκνου ἡμῶν ἀπὸ τῆς Αἰγυπτίων χώρας πρός με διὰ τοῦτο αὐτὸ ἥκοντος, πᾶσαν μὲν ῥᾳθυμίαν πάντα δὲ ὄκνον παρεσκεύασαν ἀποθέσθαι μηκέτι τε στέγειν μήτε ἐν δευτέρῳ τίθεσθαι τὰ περὶ πίστεως γράφειν ὑμῖν , ἐπιζητούντων ὑμῶν καὶ τῶν ἡμετέρων ἀδελφῶν τὰ περὶ τῆς ἐν ἡμῖν σωτηρίας ἐκ τῆς θείας καὶ ἁγίας γραφῆς, τὸν στερεὸν θεμέλιον τῆς πίστεως περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ τῆς ἄλλης ἁπάσης ἐν Χριστῷ σωτηρίας, ἀναστάσεώς τε νεκρῶν λέγω καὶ ἐνσάρκου παρουσίας τοῦ μονογενοῦς, καὶ περὶ τῆς ἁγίας διαθήκης παλαιᾶς τε καὶ καινῆς καὶ τῶν ἄλλων ἁπαξαπλῶς συστάσεων τῆς τελείας σωτηρίας.