Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ ἵνα μή τις ἀμφιβάλλῃ, δύο χαρακτῆρας * τῶν δύο πρωτοτόκων τῆς ἡμετέρας ἀναστάσεως· Ἐνὼχ ἦν ἐν ἀκροβυστίᾳ καὶ οὐκ ἐκώλυσεν ἡ ἀκροβυστία τὴν ἀνάστασιν οὐδὲ τὴν τοῦ σώματος διὰ βίου τῆς ζωῆς ὑποδοχήν, Ἠλίας ἐν περιτομῇ, ἳνα μὴ <ἡ> ἀνάστασις ἐπί τινας καί τινας νομισθῇ, ἀλλὰ καθολικὴ ὅλη.

Ἠλίας ἦν ἐν παρθενίᾳ, ἵνα τὸ πρόκριτον τῆς παρθενίας τὴν ἀθανασίαν κηρύξῃ τῷ κόσμῳ καὶ τὴν μετὰ σώματος ἀφθαρσίαν· ἵνα δὲ μὴ μόνον ἐπὶ τῆς παρθενίας νομισθῇ εἶναι διὰ τὸ ἐξαίρετον ἡ ἀνάστασις καὶ σώματος ἡ παραμονή, Ἐνὼχ οὐκ ἦν παρθένος, ἀλλ᾿ ἐγκρατὴς καὶ παιδοποιήσας τέκνα. καὶ δύο μὲν οὗτοι [ἐν] ζῶσιν, ἐν σώματι καὶ ψυχῇ ἐμπαραμένοντες διὰ τὴν <ἡμῶν> ἐλπίδα.

99. Καὶ εἰς τὸ μή τινα πάλιν ἀμφιβάλλειν καὶ ἄλλους εἰς Ἅιδην κατήγαγε μετὰ τῶν σωμάτων. ἤνοιξε γὰρ ἡ γῆ τὸ στόμα αὐτῆς καὶ κατέπιε Δαθὰν καὶ Ἀβειρών, τοὺς υἱοὺς Κορὲ καὶ Αὐνᾶν, καὶ κατέβησαν εἰς Ἅιδην ζῶντες <σὺν> σώματι καὶ ψυχῇ. ἀπ᾿ αὐτῆς γὰρ τῆς [*](D201) ὥρας εἰς κρίσιν παρεδόθησαν, μήτε τῶν σωμάτων λυθέντων μήτε λειψάνου παραδοθέντος ἢ μέρους, ἀλλὰ ὅλων σὺν σώματι καὶ ψυχῇ

εἰς τιμωρίαν παροδοθέντων. ὁ Ἰώβ φησιν »ἕως πάλιν γένωμαι« καί »<ἀναστήσαι> τὸ σῶμα τοῦτο τὸ ἀντλοῦν ταῦτα« καί »ἀνακαιινιεῖς με« καὶ πάλιν »ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου«, Ἠσαΐας [*](1 vgl. Joh. 11, 44 — 4 vgl. Luk. 7, 11ff — vgl. Mark. 5, 22 ff u. Par. — 5 vgl. Matth. 8, 5ff — 8 vgl. Hebr. 11, 5 — 9 vgl. II Kön. 2, 1ff — 23 vgl. Num. 16, 32f — 28 Hiob 14, 14 — 29 Hiob 19, 26 — 30 Psal. 102, 5) [*](L J) [*](2 τῶν (vor κειριῶν) < J 3 * <ἀνέστησεν> * 5 τὴν θυγατέρα] lies τὸν παῖδα? * 10 παραστήσω J 12 * etwa <ὑπέδειξεν> * 14 ὑποδοχήν *] ὑπομνὴν L J 15 <ἡ> * | νομισθῇ *] ὀνομασθῇ L J 18 δὲ μὴ] μηδὲ μὴ; δὲ μὴ auf Rasur von späterer Hand L 20 [ἐν] * 21 <ἡμῶν>* 25 <σὺν> * 29 <ἀναστήσαι> *)

120
δέ »άναστήσονται οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις‘· Με γὰρ ὁ »λύων πεπεδημένους ἐν ἀνδρείᾳ, ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις‘.

λέγει δὲ Ἰώβ »ἄνθρωπος δὲ κοιμηθεὶς οὐκέτι οὐ μὴ ἐγερθῇ οὔτε ἐπιγνώσεται τὸν τόπον αύτοῦ«. καὶ γὰρ ἀληθῶς καθ’ ἡμέραν οὐ γίνεται ἡ ἀνάστασις, ἀλλ’ εἰς μίαν ὥρισται ἡμέραν. δεικνὺς δὲ ὅτι οἶδεν εἰς ποίαν προθεσμίαν προσεδόκα, εὐθὺς ἔλυσε τὸ ζήτημα »ἕως ἄν ὁ οὐρανὸς οὐ μὴ συρραφῇ«.

ὄσον γὰρ ἔστιν <ὁ> οὐρανὸς καὶ ἡ γῆ, ἔτι καὶ τὰ σώματα ἐν τῇ γῇ ὺπάρχει. ὅταν δὲ ἔλθῃ ὁ ἑλίσσων τὸν οὐρανὸν ὡς βιβλίον« καὶ τινάσσων τὴν γῆν, τότε »ἐγερθήσονται καὶ οἱ ἐπὶ τῆς γῆς χώματος«.

διὰ τοῦτο λέγει τῷ Ἰεζεκιήλ υἱὲ ἀνθρώπου, εἰπὲ συναχθῆναι ὀστοῦν πρὸς ὀστοῦν καὶ ἁρμονίαν πρὸς ἀρμονίαν« καὶ ἐγένετο οὕτως· καί »γενέσθαι έπ΄ αύτὰ νεῦρα καὶ φλέβας, σάρκας καὶ τρίζας καὶ ὄνυχας«· καὶ πάλιν »εἰπὲ υἱὲ ἀνθρώπου, ἐλθὲ τὸ πνεῦμα ἀπὸ τῶν τεσσάρων γωνιῶν τῆς γῆς«, τῶν τόπων δηλαδὴ τῶν ταῖς ψυχαῖς ἀποττεταμιευμένων.