Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ή ῥάβδος, »ὁ δὲ θεὸς ἔδωκεν« αὐτῇ ἀλλοῖον »σῶμα, ὡς ἠθέλησε«. καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν,
ἀλλ’ αὐτὴν ἐκείνην τὴν ξηρὰν οὖσαν ἐψύχωσεν· ὅτι τοῦτο τὸ δοθὲν τῇ ῥάβδῳ σῶμα καὶ κινούμενον ὑπ’ αὐτοῦ γένος ἢ εἶδος εἰς κρίσιν ὁ θεὸς οὐκ ἐκάλει ἀντὶ ἀντὶ τῆς ῥάβδου τὸν δράΚοντα ἠθέλησε δικάζειν,
ἀλλὰ πληροφορίαν μὲν διὰ τῆς ῥάβδου ἀναστάσεως εἰργάσατο, τὸ δὲ ἔδιον δυνατὸν ό θεὸς ἀπεδείκνυ, ἵνα μή τις ἀπιστήσῃ τῷ δυνατῷ έν πᾶσι. καὶ αὐτὸ δὲ μετὰ πάσης ἀσφαλείας ἐποιήσατο · οὐ γὰρ μέρος τι τῆς ῥάβδου ἤγειρεν, ἀλλ’ ὅλην τὴν ῥάβδον μετέβαλεν ὡς ἠθέλησε.
97. Καὶ ὅτι μὲν ταῦτα οὕτως ἔχει καὶ οἱ νεκροὶ ἐλπίδα ἔχουσι ζωῆς αἰωνίου καὶ »εἱ ἐν μνήμασιν ἀναστήσονται«, κάλει μοι πάλιν μάρτυρα τὸν ἀξιόπιστον Μωυσέα. πλημμελήσαντος γὰρ τοῦ Ῥουβεὶμ [*](9 öm. 9, 19 — Exod. 4, 2 — 11 Exod. 4, 3 — 11 ff vgl. oben c. 62, 5 S. 74, 18ff — 18 vgl. Exod. 4, 3 — 21 f 1 Kor. 15, 38 — 32 Jes. 26, 19 L J) [*](2 ἐγγυμονουμενα J | ποκάζοντα L | βλαστοὶ Corn.] βλαστὸν L J 3 γί- νονται *] γινόμενα L J 5 ὡσαύτως *] ὡς L J 6 δὲ] * 8 <οὑ> 11 πάντη J 17 <πρὸς> * 19 φαντασίαν *] φαντασία L)
98. Καὶ πόθεν <οὐ> δυνήσεται συλλέξαι τὰς τοσαύτας μαρτυρίας περὶ τῆς ἡμῶν ἐλπίδος καὶ προσδοκίας τῆς ἀναστάσεως, τῆς ἐν ἀληθείᾳ καὶ οὐχ ἐν δοκήσει;
λεγέτωσαν γὰρ οἱ κενόδοξοι καὶ φιλονεικοῦντες μάτην, πότερόν ποτε μέρος ἀνίσταται τῶν σωμάτων καὶ πάντων ἀνὰ μέρος ἢ πάλιν τινῶν τὸ ὅλον ἐγείρεται καὶ τινῶν ἀνὰ μέρος ἡ ἀνάστασις, τινῶν δὲ ὅλον τὸ σῶμα. τίς ἡ τοιαύτη προσωποληψία; ἆρα »προσωποληψία παρὰ τῷ θεῷ;« μὴ γένοιτο.