Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

96. Πεισάτω τοὺς ἀπίστους ἡ δύναμις τοῦ κυρίου, <οὗ> οὐδεὶς »ἀνθίσταται τῷ βουλήματι( ἀκουσατω Μωυσῆς καὶ ἐπιδεικνύτω. »τί ἐν τῇ χειρί σου;« φησὶν ό κύριος· ό δὲ εἶπε »"ράβσος« ἡ δὲ ῥάβδος ξυλίνη ἡν αὕτη, ξηρὰ δὲ πάντως. καί φησι »ῥῖψον αὐτὴν ἐπὶ τῆς γῆς. καὶ ἔρριψε« τὴν ξηρὰν ῥάβδον.

καὶ τὸ ξηρὸν ὁ θεὸς ὑγρὸν ἐπετέλει καὶ οὐ μόνον ὑγρόν, ἀλλὰ καὶ ἔμψυχον, ἀλλὰ καὶ τῇ φύσει παρηλλαγμένον καὶ τῇ οὐσίᾳ ἑτέρως ἐσχηματισμένον.

οὐκ ἠν φάντασμα τασμα τὸ ἔργον· ἀλήθεια γὰρ θεοῦ προστάγματι ἐργάζεται καὶ οὐ φαντασία. ἐν ἅπασι γὰρ διορθουμένην τὴν ἡμῶν διανοιαν παρέστησε διὰ Μωυσέως <πρὸς> τὴν ἀλήθειαν.

ἔγνω γὰρ ό προφήτης ὅτι τὸ γνίομενον οὐκ ἦν δοκήσει, ἀλλ’ ἀληθείᾳ ἐν τῷ ἀποδρᾶσαι· εἰ γὰρ φαντασίαν ᾔδει τὸ γινόμενον, οὐκ ἀπεδίδρασκεν ἀπὸ προσώπου τοῦ ὄφεως.

ἀλλὰ μὴ πάλιν τοῦτο εἰς σκάνδαλον γενήσεται τοῖς φιλονείκοις καὶ εἴπωσιν· ὅτι ἄλλη ἦν ή ῥάβδος, »ὁ δὲ θεὸς ἔδωκεν« αὐτῇ ἀλλοῖον »σῶμα, ὡς ἠθέλησε«. καὶ πρῶτον μὲν οὖν μαθέτωσαν ὅτι οὐκ ἄλλην ἀντὶ ἄλλης ἐψύχωσεν,