Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὐ γὰρ τὰ πρὸς τοὺς ὀστέα ὀστέα ἐγγὺς τῶν μερῶν τῆς κεφαλῆς κατὰ λήθην ἐβάδιζεν οὐδὲ οἱ τοῦ τραχήλου σπόνδυλοι περὶ τὰς τῶν ἀστραγάλων ἁρμονίας πλανώμενοι τὸν τόπον ἐζήτουν, ἀλλ᾿ ἓκαστον τῶν ὀστέων καὶ ἐκινήθη καὶ ἐβάδιζε κατὰ σύνεσιν καὶ τῇ αὐτοῦ ἁρμονίᾳ προσετίθετο.

εἰ γοῦν θέλει ό θεός, δύναται καὶ σῶμα ἄνευ ψυχῆς ἐγεῖραι. ἐν τούτῳ γὰρ τὸ δυνατὸν αὐτοῦ ἔδειξεν, έν τῷ τὸ παρὰ τοῖς ἀνθρώποις ἀπηλπισμένον ἐκεῖνο πρῶτον <ποιῆσαι> ἀναβιοῦν διὰ τῷ Ἰεζεκιὴλ προστεταχέναι.

καὶ οὐκ εἶπεν· εἰπε, υἱὲ ἀνθρώπου, πρῶτον ἐλθεῖν τὸ πνεῦμα, ἀλλὰ μετὰ τὸ ἐξευμαρίσαι τὸ δυσχερὲς διὰ τὴν πίστιν, φημὶ δὲ τὸ τὰ σώματα συναχθῆναι, τότε προσέταξε τὰς ψυχὰς εἰσελθεῖν εἰς αὐτὰ τὰ σώματα· »καὶ ἀνέστη δὲ« φησί »πολλὴ συναγωγή«.

δύνασθαι τοίνυν τὸν θεὸν ποιῆσαι ἔφην καὶ σῶμα δίχα ψυχῆς ἀναβιοῦν, καθὰ προδέδεικται, ἀλλ᾿ οὐ δύναται κριθῆναι καθ’ ἑαυτὸ τὸ σῶμα. ἔχει γὰρ δικαίαν ἀπολογίαν πρὸς τὴν τοῦ θεοῦ κρίσιν.

φάσκει γὰρ καὶ αὐτὸ λέγον· ἐκ τῆς ψυχῆς ψυχῆς ἦν ἡ ἁμαρτία, οὐκ ἤμην αἴτιον ἐγώ. ἐξότου γὰρ ἐλύθην καὶ ἐκείνη ἀπ ἐμοῦ ἀπέστη, μὴ ἐμοίχευσα μὴ ἐπόρνευσα μὴ κέκλοφα μὴ εἰδωλολάτρησα μή τι τῶν τοιούτων ἀμπλακημάτων ἐργασάμην; καὶ ἔσται κατὰ τὸν τῶν φιλονείκων λόγον ἄπρακτος ἡ τοῦ θεοῦ κρίσις.

διὰ τοῦτο ὡς ἠν τὸ σῶμα καὶ ἡ ψυχὴ σύνθετος εἶς ἄνθρωπος ἐκ θεοῦ γεγενημένος, αὖθις ό δίκαιος κριτὴς τὸ σῶμα ἐγείρει καὶ τὴν ψυχὴν [*](1 vgl. Ezech. 37, 4. 7 — 16f Ezech. 37, 19f L J Sa Pa) [*](2 συναχθῆναι < J 4 τῶν ὀστέων ξηρῶν ξηρῶν Sa Pa | τῶν < 5 ἔχων J | προστάζεως Sa Pa] πράξεως L J 7 τῶν μερῶν < L J 8 Sa Pa 9 πλανωμένους L 10 καὶ ἐκινήθη] συνεκινήθη Sa Pa | ἐβάδισε L | κατὰ σύνεσιν] καὶ τὴν ἑαυτοῦ σύνθεσιν ἐπέγνω Sa Pa | ἑαυτοῦ Sa Pa 11 οὖν Sa Pa | θέλοι L | ὁ < L | σώματα L J 12 τὸ2 < Sa Pa 13 <ποιῆσαι> διὰ τοῦ Sa Pa] διὰ τὸ LJ 14 τῷ < Sa Pa | εἰπέ < Sa Pa 15 ἐξευμαρῆσαι 16 τὸ < Sa Pa | συναφθῆναι LJ 11 δέ < L J 17f συναγωγὴ πολλὴ 18 τὸν θεὸν hineingeflickt L 19 ἀναβιῶναι Sa Pa 22 ἐξότε Sa Pa | ἐλύθην καὶ < LJ | ἐλύθη Sa Pa rup. 24 τοιούτων] ὄντων Sa Pa c 25 τὸν < 26 σύνθετον(!) hinter σῶμα Sa Pa)

110
αὐτοῦ ἐν αύτῷ δίδωσι. καὶ οὃτως δικαία γενήσεται ἡ τοῦ θεοῦ κρίσις, ἀμφοτέρων κοινωνούντων ἤ τῆς δι᾿ ἁμαρτίας τιμωρίας ἢ τῆς δι᾿ ἀρετὴν 7 θεοσεβείας καὶ τῆς μελλούσης ἀποδίδοσθαι τοῖς ἁγίοις μισθαποδοσίας.

89. Ταῦτα δὲ εἰς παράστασιν τῆς άληθείας τῆς ἡμῶν ἐλπίδος ἱκανῶς ἔχειν νομίζοντες όλίγα ἀντὶ πολλῶν παρεθέμεθα. διὰ δὲ τοὺς λέγοντας ἔτερον σῶμα ἀντὶ τοῦ πίπτοντος ἐγείρεσθαι, πάλιν τῷ καμάτῳ προστιθέμεθα, ὠφελῆσαι τοὺς βουλομένους συνιέναι καὶ τὴν αὐτῶν ζωὴν άπολέσαι μὴ πειρωμένους βουλόμενοι.

γένοιτο γὰρ κάμνειν ἡμᾶς τοὺς ἐλαχίστους καὶ μηδαμινοὺς καὶ ἑαυτοὺς καὶ πάντας ὠρελεῖσθαι καὶ μὴ ἀρνεῖσθαι ἀνάστασιν τῆς ἡμετέρας σαρκός, ἐν ᾖπερ πᾶς ὁ θησαυρὸς καὶ κρηπὶς παντὸς σώφρονος λογισμοῦ καὶ πάσης ἀγαθοεργίας ἐλπὶς διάκειται κατὰ τὸ εἰρημένον »ἔχοντες τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσι« καὶ τὰ ἑξῆς.