Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

83. Ἄπιστοι μὲν γὰρ ἀρνοῦνται τὸ πᾶν τῆς ἀναστάσεως, κακόπιστοι δὲ συρφετωδῶς καὶ ἀνοήτως τῆς κατὰ άλήθειαν ἐλπίδος ἐκπεπτώκασι τῷ οὕτω νοεῖν περὶ τῆς ἀναστάσεως.

καὶ Ἓλληνες μὲν οἱ τελείως ἀρνούμενοι τὴν ἀνάστασιν διὰ τὴν ἀσέβειαν τοῦ πλήθους τῶν παρ’ αὐτοῖς γινομένων ἀνομημάτων· μισοῦσι γὰρ τὴν ἀνάστασιν δι᾿ ἣν μέλλουσιν αἰσχύνην ὑφίστασθαι ἐν τῇ ἀναστάσει, τὸν θεὸν ἀγνοήσαντες καὶ τὰς αὐτοῦ ἐντολάς· πλὴν ὅτι ἀναστήσονται, κἂν μὴ βούλωνται.

αὐτὴ γὰρ ἡ κτίσις διαρρήδην αὐτοὺς ἐλέγχει, ὺποφαίνουσα καθ’ ἑκάστην ἡμέραν ἀναστάσεως τὸ εἶδος. δύνει γὰρ ἡ ὴμέρα καὶ νεκρῶν αἰνιττόμεθα τὸν τρόπον, κοιμισμὸν αἰνιττομένης τῆς νυκτός· ἀνατέλλει ἡ ἡμέρα ἡμᾶς διυπνίζουσα καὶ ἀναστάσεως ὺποδεικνύουσα τὸ σημεῖον.