Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

<καὶ> πάλιν πάλιν ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ, *. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε άνθρωπίνως, ἀλλ᾿ άνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ᾿ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«.

καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν »άπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἄγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται«. εὶ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἄν ἔλεγεν »ἀπέρχομαι κἀκεῖνος ἔρχεται«, ἀλλ᾿ ἵνα δείξῃ ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἶς θεὸς μία ἀλήθεια.

82. Καὶ οὓτω γέγραφα τῷ βουλομένῳ * τὴν τῆς ζωῆς ἡμῶν ἀκολουθίαν καὶ βεβαίαν ὁμολογίαν, τὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ εὐαγγελίων καὶ ἀποστόλων καὶ ἀπὸ τῶν χρόνων τῶν ἀποστόλων ἴως ἡμετέρων χρόνων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἀχράντως πεφυλαγμένην,

ἐπὶ φθόνῳ δὲ ἀκαταστασίας τῆς μιᾶς καὶ ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ᾿ ἓκαστον χρόνον ἑαυτὰς χραινουσῶν καὶ άπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων·

ὡς καὶ προσφάτως πάλιν ἀκούομέν τινων τῶν τὰ πρωτεῖα δοκούντων ἀποφέρεσθαι παρά [*](3 vgl. oben c. 8, 6; S. 15, 13 — 7 f vgl. Matth. 3, 16f — 14 f vgl. oben c. 47, 5 S. 57, 14 — 15 Hebr. 10, 12 — 17 Job. 16, 7ff — 30ff vgl. Panarion b. 67, 1, 5 L J 30 — S. 105, 3 Sacra Parallela Coisl. 276 f. 88r —90v Rupef. f. 93r_v) [*](1 vor πατὴρ u. υἱὸς1 je ein ὁ, vor πνεῦμα 1 ein τὸ von erster Hand bineingeflickt L 2 λέγων *] λέγει L J 9 καθ’ ἑαυτὸν L 11 f ὑπόστασις — πνεύματος < J 12 <καὶ> * 13 * etwa <κάθηται> δὲ καὶ ό υἱὸς πατρός> * 18 ἐὰν] ἂν J 22 * <εἰδέναι> * 25 ἠμετέρων Pet.] 29 ἐαυτοὺς L 31 τινὰς Sa Pa | ὑποφέρεσθαι L)

103
τισι τῶν ἐν Αἰγύπτῳ ἀσκητῶν καὶ Θηβαΐδος καὶ ἄλλων ἄλλοθι κλιμάτων, τὰ ὃμοια τοῖς Ιερακίταις φρονούντων καὶ λεγόντων ἀνάστασιν μὲν τῆς ἡμετέρας σαρκός, οὐ ταύτης δέ, ἀλλ’ ἄλλης τινὸς ἀντ᾿ αὐτῆς, ὡς ἐκτ ραπέτων τῶν τοιούτων καὶ εἰς μύθους ἐκτρεψάντων τὴν τοῦ θεοῦ ἀλήθειαν καὶ τὴν βεβαίαν ἡμῶν ἐλπίδα. διὸ καὶ περὶ τούτου ἀναγκαζόμεθα αὐθις λέγειν.