Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

πατὴρ μὲν ὡς εἰπεῖν τὸ εἶδος, υἱὸς δὲ ὡς ἐν τῷ ἀνθρώπῳ ψυχή, πνεῦμα δὲ ὣσπερ τὸ ἐμπνέον διὰ τοῦ άνθρώπου.

τινὲς γὰρ δολιεύονται καὶ οὓτως νομίζουσι τὴν θεότητα. ἡμεῖς δὲ οὐχ οὕτως ἐμάθομεν, ἀλλ᾿ ἰδοὺ ὁ πατὴρ ἐν οὐρανῷ διὰ φωνῆς μαρτυρεῖ, ἰδοὺ ὁ υἱὸς ἐν Ιορδάνῃ, ἰδοὺ τὸ πνεῦμα τὸ πνεῦμα ἐν εἴδει περιστερᾶς κατερχόμενον ἐσχηματίζετο· ἀλλὰ καθ’ ἑαυτὸ ἐσχηματίζετο, καθ᾿ ὲαυτὸ ὑπόστασις ὄν, οὐκ ἀλλοία παρὰ τὴν τοῦ πατρὸς καὶ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, ὑπόστασις ἐξ ὑποστάσεως τῆς αὐτῆς πατρὸς καὶ υἱοῦ καὶ ὰγίου πνεύματος.

<καὶ> πάλιν πάλιν ἰδοὺ πατὴρ κάθηται ἐν οὐρανῷ, *. τὸ δὲ κάθηται μὴ πάλιν ὑπολάμβανε άνθρωπίνως, ἀλλ᾿ άνεκδιηγήτως καὶ ἀκαταλήπτως ἔχε. καὶ οὐκ εἶπεν, ἀνῆλθεν ὁ υἱὸς εἰς τὸν πατέρα, ἀλλ᾿ ἐκάθισεν ἐν δεξιᾷ τοῦ πατρός«.

καὶ πάλιν περὶ τοῦ πνεύματος τοῦ ἁγίου λέγων ὁ μονογενὴς ἐδίδασκεν »άπέρχομαι, κἀκεῖνος ἐλεύσεται, τὸ πνεῦμα τὸ ἄγιον, τὸ πνεῦμα τῆς ἀληθείας. ἐὰν μὴ ἐγὼ ἀπέλθω, κἀκεῖνος οὐκ ἔρχεται«. εὶ δὲ ἦν τὸ πνεῦμα συναλοιφὴ αὐτῷ τῷ υἱῷ, οὐκ ἄν ἔλεγεν »ἀπέρχομαι κἀκεῖνος ἔρχεται«, ἀλλ᾿ ἵνα δείξῃ ὑπόστασιν καὶ ὑπόστασιν. μία δέ ἐστι θεότης εἶς θεὸς μία ἀλήθεια.

82. Καὶ οὓτω γέγραφα τῷ βουλομένῳ * τὴν τῆς ζωῆς ἡμῶν ἀκολουθίαν καὶ βεβαίαν ὁμολογίαν, τὴν ἀπὸ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ εὐαγγελίων καὶ ἀποστόλων καὶ ἀπὸ τῶν χρόνων τῶν ἀποστόλων ἴως ἡμετέρων χρόνων ἐν τῇ καθολικῇ ἐκκλησίᾳ ἀχράντως πεφυλαγμένην,

ἐπὶ φθόνῳ δὲ ἀκαταστασίας τῆς μιᾶς καὶ ἀληθινῆς πίστεως κατὰ καιρὸν καὶ καιρὸν διὰ τῶν αἱρέσεων τὴν αὐτὴν πίστιν καὶ ἐλπίδα καὶ σωτηρίαν ἡμῶν διωχθεῖσαν, ὑπομείνασαν δὲ ἐν τῇ αὐτῆς ἀληθείᾳ, τῶν αἱρέσεων καθ᾿ ἓκαστον χρόνον ἑαυτὰς χραινουσῶν καὶ άπὸ τῆς ἐκκλησίας ἀπαλλοτριουμένων·