Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

80. Ἀλλὰ τί οἱ τοιοῦτοι νομίζουσι <ἡμᾶς> λέγειν, ἐὰν εἴπωμεν τέλειον ἄνθρωπον ἐκ Μαρίας τὸν Χριστὸν γεγονότα ἢ <νοῦν> ἐσχηκότα, μὴ ὑπονοήσωμεν αὐτὸν ἁμαρτίαις ὑποπεσόντα; μὴ γένοιτο. »ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος έν τῷ στόματι αὐτοῦ.«

εἰ γὰρ τὴν αὐτοῦ δύναμιν ἐνέπνευσε τοῖς ἁγίοις καὶ ἐν οἷς ἐνέπνευσε μαρτυροῦνται ὅτι ἦσαν ἅγιοι δίκαιοι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν [*](1 Gal. 5, 19 — 2 Rom. 7, 18 — 19 Psal. 5, 2 — 25 I Petr. 2, 22 (Jes. 53, 9) — 27 vgl. Luk. 1, 6f L J) [*](1 γὰρ *] δὲ LJ | πάντα L | πάντως ὅτι bei Epiph. häufig = jedenfalls gilt, daß 2 ὅτι < J 5 τῆς < L 6 <ἀγαθὴν> ὁμοίως *] ὅμως J ὅμως γὰρ L 7 καίτοιγε < J | <ἐν> * 9 εἰ] ὡς J 10 πράξεως *] τάξεως L J 13 εἶχεν *] ἔχων L J 14 [ὁ νοῦς] * 15 γενόμενα J 16 * <ὅσα ἦν συμπρέποντα> * | καὶ (vor ψυχῇ) < L 18 σοφίσονται J 20 <ὅτι> * | <εἰς> * 20f [τὸ δὲ] * 21 τὸ δέ *] τὸ γὰρ L J 22 ἀληθές ἐστιν L 23 <ἡμᾶς> * 24 <νοῦν> Pet. 25 ὑπονοήσωμεν *] ὑπονοήσομεν L J)

100
ἄμεμπτοι, πόσῳ γε μᾶ·λλον αὐτὸς ὁ Λόγος, ἐν ᾦ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς«, κἄν τε σάρκα ἀληθινὴν λάβῃ ἐκ Μαρίας τῆς ἀειπαρθένου καὶ ψυχὴν ἀνθρωπείαν ἀληθινῶς καὶ νοῦν καὶ εἴ τἰ ἐστιν ἓτερον ἐν τῷ ἀνθρώπῳ, αὐτὸς ἐν ἑαυτῷ ἔχων τὰ ὃλα κατεῖχε θεὸς ὣν μὴ μεριζόμενα πρὸς τὴν κακίαν, μὴ θρυπτόμενα ἀπὸ τοῦ πονηροῦ, μὴ ἀλισκόμενα ἐν τῇ ἡδονῇ, μὴ ὑποπίπτοντα τῷ τοῦ Αδὰμ παραπτώματι;

καὶ διὰ τοῦτό φησιν ὁ ἀπόστολος »γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον‘ καὶ πάλιν ἐν σχήματι εὐρεθεὶς ὡς ἄνθρωπος«· τὸ δὲ σχήματι <καὶ τὸ ὡς ἄνθρωπος> γενόμενος καὶ τὸ ὑπὸ νόμον δέ ἀμφοτέρων συναγόμενον τελειότητα σημαίνει καὶ ἀπάθειαν, ἐκ τοῦ γενόμενος τὸ εἶναι τέλειος καὶ <ἐκ> τοῦ [*](D182) ὑπὸ νόμον τὸ μὴ δοκήσει καὶ <ἐκ> τοῦ σχήματι τῆς ἰδέας τὸ βέβαιον ἐκ τοῦ ὡς ἄνθρωπος τὸ ἀναμάρτητον.

τούτων τοίνυν τοίνυν οὓτως των μηδεὶς ἀπατάσθω κενοῖς μύθοις. εἰ γὰρ ἄνωθεν γεννηθεὶς ἀπὸ πατρὸς ἀληθινῶς <ἀληθινῶς> ἐγεννήθη καὶ ἀπὸ Μαρίας, καὶ ἀληθεύει καὶ κάτω ἀληθεύει καὶ εἰ ἐστὶν κάτω ἀτελής, καὶ ἄνω ἀτελής. εἰ δὲ ἄνω ἐστὶ τέλειος, καὶ κάτω ἐστὶ τέλειος· οὐκ ἐν ἄλλῳ τελεἰῳ ᾤκησεν, ἀλλ᾿ εἰς ἑαυτὸν τὰ πάντα ἐτελείωσε.

καὶ ἀνέστη ἐκ τῶν νεκρῶν μηκέτι μεριζόμενος ἐν μνήματι εἰς σῶμα καὶ θεότητα καὶ ψυχὴν ἐν καταχθονίοις, μηκέτι ὑπὸ ἁφὴν ὑποπίπτων, μηκέτι ἐπεχόμενος, άλλ᾿ εἰσερχόμενος θυρῶν κεκλεισμένων, ψηλαφώμενος δὲ ὑπὸ τοῦ Θωμᾶ, ἳνα μὴ φαντασίᾳ ἀπεικασθῇ, ἀλλ᾿ ἀληθείᾳ·