Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

υἱοῦ ἔχον ὄνομα, οὐ πατρὸς τὴν ὀνομασίαν, ἀλλὰ πνεῦμα ἅγιον οὕτω καλούμενον, οὐκ ἀλλότριον πατρός.

αὐτὸς γὰρ ὁ μονογενὴς λέγει »τὸ πνεῦμα τοῦ πατρός‘ καὶ »τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον«, καὶ »ἐκ τοῦ ἐμοῦ λήψεταἱ, ἵνα μὴ ἀλλότριον νομισθείη πατρὸς μηδὲ υἱοῦ, ἀλλὰ τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος, πνεῦμα θεῖον , »τὸ πνεῦμα τῆς ἀληθείας‘ «, τὸ πνεῦμα τοῦ θεοῦ, τὸ πνεῦμα τὸ παράκλητον, μονωνύμως καλούμενον, [*](P13) μὴ ἔχον ἀντιπαράθεσιν , μὴ ἐξισούμενον ἑτέρω τινὶ πνεύματι, μὴ καλούμενον ὀνόματι υἱοῦ ἢ ὀνομαζόμενον ὀνομασίᾳ πατρός, ἴνα μὴ τὰ μονώνυμα ὀνόματα ὁμώνυμα ὑπάρχῃ·

πλὴν ὅτι τὸ θεὸς ἀλλ’] ἐν πατρί, τὸ θεὸς ἐν υἱῷ, τὸ θεὸς] ἐν ἁγίῳ πνεύματι τὸ θεοῦ καὶ θεός.

πνεῦμα γὰρ θεοῦ καὶ πνεῦμα τοῦ πατρὸς καὶ πνεῦμα υἱοῦ, οὐ κατά τινα σύνθεσιν, καθάπερ ἐν ἡμῖν ψυχὴ καὶ σῶμα, ἀλλ’ ἐν μέσῳ πατρὸς καὶ υἱοῦ, ἐκ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, τρίτον τῇ ὀνομασίᾳ.

»ἀπελθόντες« γάρ φησι »βαπτίσατε εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος«. εἰ δὲ βαπτίζει ὁ πατὴρ εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, καὶ βαπτίςει Χριστὸς εἰς ὄνομα ἑαυτοῦ, εἰς ὄνομα θεοῦ, καὶ τελεία ἡ σφραγὶς ἐν ὀνόματι θεοῦ ἐσφραγισμένη ἐν ἡμῖν, τίς τολμήσει καταπολεμῆσαι τὴν ἑαυτοῦ ψυχήν, τὸ πνεῦμα ἀλλότριον τῆς θεότητος λέγων;

εἰ γὰρ <σφραγίζομεν> εἰς ὄνομα πατρὸς καὶ εἰς ὄνομα υἱοῦ καὶ εἰς ἁγίου ἁγίου πνεύματος, μία σφραγὶς τῆς τριάδος· μία ἄρα δύναμις τῆς θεότητος ἐν τριάδι. εἰ δὲ τὸ ἓν ἔστι θεός, τὰ δὲ ἄλλα κτιστὰ καὶ οὐ θεός, τίνι λόγω συνδέδεται τὰ δύο εἰς τὸ ἓν τῇ σφραγῖδι τῆς τελειότητος; ἄρα γοῦν εἰς βασιλικὸν ὄνομα ἐσφραγίσθημεν [*](D 96) ίσθημεν τὸ ἓν τὸ τοῦ πατρός, καὶ τὰ ἄλλα οὐ βασιλικά, * ἀλλ’ ἔτι στοιχείοις καὶ κτίσμασι δεδουλώμεθα , καὶ οὐκ ἠδύνατο μόνον τὸ ὄνομα τοῦ πατρὸς σῲζειν, ἀλλὰ προσελάβετο ἑαυτῷ κτίσας ἄλλα δύο στοιχεῖα κατὰ τὴν τῶν βλασφημούντων ὑπόνοιαν, ἴνα προσλάβῃ ἡ [*](3 Matth. 10, 20 — 4 Joh. 15, 26 — Joli. 16, 14 — 6 Job. 15, 26 — 15 Matth. 28, 19 — 27 vgl. Gal. 4, 3 L J arm. (bis Z. 23 ἐν τρ|άδ|) 14 Conc. Florent. Hardouin IX 360 C/D) [*](1 καὶ τὸ — μονογενὲς] der Eingeborene u. der h. Geist arm. 5f τῆς αὐτῆς οὐσίας, τῆς αὐτῆς θεότητος] von derselben ivesenhaften Gottheit arm. 6 πνεῦμα 1 + δὲ L 10 ἀλλ’] *, ein anderes ἄλλο) arm.; viell. ἀλλ nach Ζ. 11 vor ἐν ἁγίῳ πνεύματ| * 11 τὸ θεὸς] * 11 f τὸ θεὸς] — γὰρ θεοῦ καὶ < arm. 16 δὲ] detm arm. 18 αὐτοῦ L 18 | καὶ τελέα — θεοῦ < 19 ἐν ἡμῖν < L 21 <σφραγίζομεν> *, siegeln arm. | πατρὸς Ausgg.] L J arm. 26 * etwa <καὶ οὐκ ἠλευθερώθημεν> * 28 προσελάβετο <J)

16
αὐτοῦ θεότης καὶ ἄλλας δυνάμεις καὶ δυνηθῇ σῶσαι τὸν παρ’ αὐτοῦ σφραγζόμενον καὶ λύτρωσιν δι’ ἀφέσεως ἁμαρτημάτων λάβῃ ὁ παραὐτοῦ κτισθεὶς ἄνθρωπος.

9. Μευ τῆς τοιαύτης ληρῳδίας, ὠ τῆς τοιαύτης βλασφημίας. πόθεν ὑπεισῆλθε τὸν βίον ἄλλη χάλιν καινὴ ἀπιστία, μᾶλλον δὲ εἴποιμι κακοπιστία; χείρων γὰρ ἡ κακοσιτία τῆς ἀπιστίας. ἡ μὲν γὰρ ἀπιστία πίστιν λαμβάνουσα διορθωθήσεται, ἡ δὲ κακοπιστία ἀκατόρθωτος, δυσχερῶς σῳζομένη, εἰ μή τι ἄν ἄρα τὸ χρῖσμα ἄνωθεν ἐπιφοιτήσῃ.

φρσὶν οὖν ὁ μακάριος Πέτρος τοῖς περὶ Ἀνανίαν τί ὅτι ἐπείρασεν ὑμᾶς ὁ σατανᾶς ψεύσασθαι τῷ πνεύματι τῷ ἁγίῳ;« καί φησιν οὐχ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ«.

ἄρα θεὸς ἐκ πατρὸς καὶ υἱοῦ τὸ πνεῦμα, ᾧ ἐψεύσαντο οἱ ἀπὸ τοῦ τιμήματος νοσφισάμενοι· ὡς καὶ ὁ Παῦλος συνᾲδει τῷ λόγῳ τούτῳ λέγων ὑμεῖς δὲ ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘. ἄρα οὖν θεὸς τὸ πνεῦμα, ὡς προεῖπον.

διὸ ναὸς θεοῦ κληθήσονται καὶ οἱ ἅγιοι ἄνθρωποι, <οἱ> κατοικήσαντες ἐν ἑαυτοῖς τὸ ἅγιον τοῦ θεοῦ καθὼς μαρτυρεῖ ὁ κορυφαιότατος τῶν ἀποστόλων, ὁ καταξιωθεὶς μακαρισθῆναι ὑπὸ κυρίου, ὅτι ὁ πατὴρ αὐτῷ ἀπεκάλυψε.