Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

τί οὐν ἐστιν ἄνθρωπος; ψυχὴ σῶμα νοῦς καὶ εἴ τί ἐστιν ἓτερον. τί τοίνυν ἠλθεν ὁ κύριος σῶσαι; ἄνθρωπον τέλειον πάντως. ἄρα οὐν πάντα τὰ ἐν αὐτῷ τελείως ἔλαβεν.

ἐπεὶ πόθεν ταῦτα ἐν αὐτῷ ἐπληροῦντο, ἃ εἰς ἄνθρωπον ἀπὸ νοῦ καὶ σώματος καὶ ψυχῆς καὶ πάσης ἐνανθρωπήσεως ἄνευ ἁμαρτίας καὶ ἐπροφητεύετο καὶ ἀνελογεῖτο;

σαφῶς γᾶρ ἡμῖν ὑποτίθεται ὁ θεῖος λόγος λέγων »ἰδοὺ συνήσει ό παῖς μου ό ἀγαπητός, ὃν ᾑρέτισα, ἐφ’ ὃν ηὐδόκησεν ἡ ψυχή μου, θήσω <ἐπ’ αὐτὸν> τὸ πνεῦμά μου« καὶ τὰ εξῆς. ἀρα γοῦν τὸ συνιέναι ποῦ εἰ μὲν εἰς τὴν θεότητα, ἐνδεὴς ἆρα ἡ θεότης τοῦ συνιέναι; μὴ γένοιτο· τοῦτο γὰρ εἰς τὸν κυριακὸν ἄνθρωπον πληροῦται. εἰ δὲ ἐπὶ τὸν κυριακὸν ἄνθρωπον πεπλήρωται, πῶς συνήσει ἐνανθρώπησις ἄνευ νοὸς ὑπάρχουσα; ἀδύνατον τοῦτο.

εὶ γὰρ ολως τὸ συνήσει ἐπὶ τὸν Χριστὸν ἀναφέρεται, Χριστὸς δὲ <ὁ> ἄνωθεν Λόγος, σὰρξ δὲ γενόμενος ἀπὸ Μαρίας, <ὃς> καὶ ἐνανθρωπήσας συνανεστράφη« κατὰ τὸ γεγραμμένον, ἄρα ἀναμφιβόλως σὺν τῷ νῷ τὴν οἰκονομίαν ἐδέξατο, ἐπειδὴ αὐτῇ συμπρέπει τὸ συνιέναι.

διὰ τοῦτο γὰρ περὶ αὐτοῦ φησι τὸ εὐαγγέλιον »προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ«· οὐχ ἡ θεότης ἠλικίαν ἐπιδεχομένη οὔτε σοφίας ὑστεροῦσα, ἡ οὖσα σοφία σοφίᾳ σοφίᾳ δὲ προέκοπτεν ή τοῦ σωτῆρος ἐνανθρώπησις, οὐκ ἐκτὸς νοῦ ὑπάρχουσα, ἐπειδὴ <ἄλλως> οὐδὲ ἠδύνατο· καὶ ἡλικίᾳ προέκοπτεν ἁδρυνομένου τοῦ παιδίου, ὡς ἔστιν ἀληθές.