Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὐκ ἐν ἀνθρώπῳ οἰκήσας, ὡς εἴωθεν ἐν προφήταις λαλεῖν κατοικεῖν τε ἐν δυνάμει καὶ ἐνεργεῖν, ἀλλ’ αὐτὸς ό Λόγος σὰρξ ξενόμενος, οὐ τραπεὶς τοῦ εἶναι θεός, οὐ μεταβαλὼν τὴν θεότητα εἰς ἀνθρωπότητα, ἀλλὰ σὺν τῷ ἰδίῳ πληρώματι τῆς αὐτοῦ θεότητος καὶ τῇ ἱδίᾳ ὑποστάσει τοῦ θεοῦ Λόγου καὶ ἐνυποστάτου συμπεριλαβὼν τὸ εἶναι ἄνθρωπος καὶ εἵ τι ἐστω ἄνθρπος.

ἄνθρωπον δὲ δὲ τέλειον <ἔχοντα> ὃσα ἐν ἀνθρώπῳ καὶ οἶα ἄνθρπος· τοῦτον ἦλθε καὶ ἔλαβεν ό μονογενής, ἳνα ἐν τῷ τελείῳ ἀνθρωπῳ τελείως τὸ πᾶν τῆς σωτηρίας θεὸς ὣν ἐργάσηται, μηδὲν ἀπολείψας τοῦ ἀνθρώπου, ἵνα μὴ τὸ ἀπολειφθὲν μέρος εἰς μέρος πόλιν γένηται βρώματος διαβόλου.

76. Καὶ ἐὰν εἴπωσί τινες ὃτι σάρκα μόνην εἴληφε, ψυχὴν δὲ οὔ, παραπλέκοντες μυθωδῶς καὶ τὴν γραφὴν εἰς μύθους ἐκτρέποντες, ἀπὸ τοῦ ῥητοῦ τοῦ »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν«, ἀπ᾿ αὐτοῦ τοῦ ῥητοῦ καταλάβωσιν ὃτι οἱ οἱ λέγοντες »ήμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν« τὸν αὐτῶν νοῦν εἶχον καὶ τοῦτον οὐκ ἐξεπτύκασιν. εἰ δὲ τὸν ἴδιον ἔχοντες <ἠσαν> σὺν τῷ τοῦ Χριστοῦ νῷ, ἀμφοτέρων τοῦ μὲν νοῦ Χριστοῦ βελτιοῦν συναμένου, τοῦ δ΄ αὐτῶν ὀρθῶς νοοῦντος.

τὸ δ᾿ αὐτὸ καὶ ἐπὶ τοῦ Χριστοῦ γινωσκέτωσαν, ὃτι ὣν θεὸς καὶ ἐν αὑτῷ ὢν νοῦς, εἶχε τὸν τοῦ ἀνθρώπου νοῦν * μετὰ τῆς σαρκὸς καὶ ψυχὴν εἴληφεν.

οὔχουν ὠς ἄνθρπος αὐτὸν ἐξέτρεπεν, ἀλλ’ αὐτὸς τοῦ νοῦ κοσμήτωρ καὶ ὀρθωτὴς καὶ βελτιωτης ἐγίνετο. ὡς γὰρ τὴν σάρκα ἔλαβε μὴ ὑπὸ σαρκὸς ἡττηθείς, οὓτω καὶ τὸν νοῦν εἰληφὼς οὐχ ὑπὸ νοὸς ἣττηται.

τοὐναντίον τοίνυν καὶ μεῖζον οἱ τοιοῦτοι χαλεπῶς εἰς ἐναντιότητα ἐμπίπτουσιν. ἄνω γὰρ καὶ κάτω αἱ θεῖαι γραφαὶ διαρρήδην βοῶσιν οὐ κατὰ τοῦ νοῦ τὰ χαλεπὰ [*](13ff vgl. Panarion li. 77, 33, 5 — 15 I Kor. 2, 16 — ff vgl. Panarion h. 77, 27, 4f) [*](L J 8 — 12 Doctr. Patr. S. 68, 10 Diekamp Nicephorus Antirrhet. bei Pitra Spie. Solesm. I 356 u. 487 (Text an keiner Stelle abgedruckt); ebenda IV 298, 34 —299, 2 und 344, 6 — 12 (hier Text) Theodorus Studita, problemata ad Iconomachos c. 12; Migne 99, 484 A/B) [*](4 θεός *] δὰρξ L J 5 πληρώματι *] σώματι L J 8 <ἔχοντα> * | + γὰρ Niceph. (beidemale) 8f ἄνθρωος + καὶ εἴ τί ἐστιν ἄνθρωπος Niceph. (nur IV 298, 35) Theod. Stud. 9 τοῦτον] ταῦτα Niceph. (beidemale) 10 ἀπεργάσηται Niceph. (beidemale) 11 ἀποληφθὲν L 16 καταλάβωσιν Ausgg.] καταλάβουσιν L J 17 αὐτῶν] αὐτὸν J 18 <ἦσαν> * 19 δ᾿ < L 21 * <εἴπερ> δὲ? * 26 ἐναντιότης, wie äufig bei Epiph., im Sinn von Irrtum (vgl. Index))

96
διαγορεύουσαι, ἀλλὰ κατὰ τῆς σαρκός.

τῆς γὰρ σαρκός« φησίν οἱ καρποὶ πορνεία μοιχεία ἀσέλγεια καὶ τὰ τούτων ὃμοια« καί οἱ ἐν σαρκὶ δὲ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται« καί "ἡ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος«. χερὶ δὲ τοῦ νοῦ φησὶν ὃτι ψαλώ τω πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ" καὶ ὅτι "ὁ νοῦς μου ἄκαρπος ἢ ἔγκαρπός ἐστιν". ἔθετο γὰρ τὸν νοῦν ὁ θεός, ὅνπερ εἴωθεν ἡ γραφὴ καλεῖν καρδίαν, ἡγεμόνα ὡς εἰπεῖν καὶ ἡνίοχον τοῦ παντὸς σκεύους, διακριτὴν ἀγαθῶν τε καὶ φαύλων, δοκιμαστὴν τῶν ἐν ἡμῖν ἐγγινομένων. "νοῦς μὲν γὰρ ῥήματα διακρίνει, λάρυγξ δὲ σῖτα γεύεται". διακριτικὸς δὲ ὁ νοῦς ἐν τῷ ἀνθρώπῳ, οὔπω δὲ συγκαταθετικός, ἐὰν μὴ εἰς τροπὴν ἑαυτὸν δῴη.