Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

εἰ γὰρ ἠν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν <ἄλλος> δι᾿ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὐπολήψει τρέψει τὸν ὴμέτερον λογισμὸν ἤ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης.

οὐκ ἠν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄλλελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἠν χρόνος ποτὲ ὅτε οὐκ ἠν ὁ υἱός, οὐδὲ ἠν ποτε ὃτε οὐκ ἠν πνεῦμα.

75. Νομίζουσι δὲ παραναγινώσκοντες καὶ μὴ νοοῦντες διαστέλλειν τὴν ἀνάγνωσίν τινες ἐν τῷ εἰπεῖν »πάντα δὶ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν«, ἴως ῶδε ἀποτιθέντες τὸ ῥητόν, ὑπόνοιαν βλασφημίας δἰς τὸ πνεῦμα τὸ ἃγιον λαμβάνειν· σφάλλονται <δὲ> τὴν ἀνάγνωσιν καὶ ἀπὸ τοῦ σφάλματος τῆς ἀναγνώσεως σκάζουσιν, εἰς βλασφημίαν τρεπόμενοι.

ἡ δὲ ἀνάγνωσις οὓτως ἔχει· πάντα δἰ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο ουδέν, ὃ γέγονεν ἐν αὐτῷ., τουτέστω ὃτι εἴ τι γέγονε, δι᾿ αὐτοῦ ἐγένετο.

τοίνυν πατὴρ ἦν ἀεὶ καὶ υὑὸς ἦν ἀεὶ καὶ τὸ πνεῦμα ἐκ πατρὸς καὶ υἱοῦ πνέει, καὶ οὔτε ὁ υἱὸς κτιστὸς οὔτε τὸ πνεῦμα κτιστόν· τὰ δὲ μετὰ πατέρα καὶ υἱὸν καὶ ἃγιον πνεῦμα πάντα κτιστὰ καὶ γενητὰ <ὄντα> οὐκ ὄντα ἐγένετο ἀπὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος διὰ τοῦ ἀεὶ ὄντος Λόγου σὺν τῷ ἀεὶ ὄντι πνεύματι.