Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

74. Καὶ περὶ μὲν τριάδος καὶ ὁμοουσιότητος θεοῦ πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος οἱ ἀσθενεῖς ἡμεῖς καὶ ἰδιῶται μηδὲν δοφιζόμενοι μηδὲ τῇ τῶν ἀνθρώπων κυβείᾳ« ἑαυτοὺς ἀν<α>τιθέντες, θείων γραφῶν μᾶλλον μαρτυρίας συναγαγόντες τοῖς βουλομένοις εἰς εὕρεσιν πιστῶν καὶ ἀντίρρησιν κακοπίστων καὶ κενοδόξων ἀπὸ μέρους συνηγάγομεν. πολλὴ γὰρ ἡ τῆς πίστεως ἐν πνεύματι ἁγίῳ δύναμις,

ἐν ἁπάσαις θείαις γραφαῖς διαφόρως κεκηρυγμένη > ἐπειδὴ δὲ τῆς ἠμῶν σωτηρίας ἀσφάλειά ἐστιν ἡ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐνσάρκου παρουσίας ἀσφαλὴς ἀσφαλὴς τε καὶ βεβαίωσις ἐλπίδος καὶ περὶ ἀναστάσεως νεκρῶν καὶ τῆς ἡμετέρας παλιγγενεσίας, αὖθις ὀλίγον αὐτοὶ ἐπὶ τούτῳ τῷ ἡμετέρῳ καμάτῳ προσθέντες τοῖς βουλομένοις ἀκριβέστερον ἐντυγχάνειν ἐκ τῶν αὐτῶν θείων γραφῶν ἐπιμένομεν συναγαγόντες τε καὶ τῷ λόγῳ προστιθέντες.

ἐπειδὴ γάρ, ὡς ἐδιδάχθημεν ἤδη ἐν τοῖς προγεγραμμένοις, αὐτὸς ό κύριος ἡμῶν ἐν τῷ εὐαγγελίῳ αὐτοῦ φήσας τοῖς ἑαυτοῦ μαθηταῖς »άπελθόντες βαπτίσατε πάντα τὰ ἔθνη εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, διδάσκοντες αὐτοὺς τηρεῖν τὰς ἐντολὰς ἃς ἐνετειλάμην ὑμῖν‘ * αὐτὸς ό ἅγιος Λόγος ό ἐνυπόστατος, ό ἐκ πατρὸς προελθών, δι᾿ οὺ αἰῶνες αἰῶνες γεγόνασι δι᾿ οὺ χρόνοι καὶ καιροί.

οὐ γὰρ ἦν καιρὸς οὔτε χρόνος πρὸ υἱοῦ. εἰ γὰρ ἦν χρόνος πρὸ υἱοῦ, ἄρα μείζων ὁ χρόνος τοῦ υἱοῦ, καὶ πῶς »δι᾿ αὐτοῦ πάντα ἐγένοντο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲν ὃ γέγονεν«; ὃτι εἴ τι γέγονε δι’ αὐτοῦ γέγονεν, αὐτὸς δὲ ἄκτιστος καὶ ἀεὶ ὤν· ὃτι ὁ πατὴρ ἀεὶ [*](1 Kol. 2, 11 — 2f vgl. Kol. 1, 16 — 10 Ephes. 4, 14 — 23 Matth. 28, 19 — 27 ff vgl. Panarion h. 69, 25, —28 Joh. 1, 3 L J pan. (bis γένοιτο 2 Ζ. 7)) [*](2 δὲ < pan. | τὰ (vor πάντα) < pan. 3 δυνάμεις ἐξουσίας L φωνὴ + σοφία καὶ pan. 5 πατέρα] πνεῦμα L J | δὲ < L J | <δοξάζουσα> 9 ἠμῖν J, ἠμεῖς, εἴ auf Rasur von erster Hand L; 10 ἀν<α>τιθέντες *, vgl. diesem Gebrauch des Worts Ζ. B. Eusebius mart. Pal. 11, 2; S. 934, 23 Schwartz 14 κεκηρυγμένη<ς> 15 ἐστι L | ή < L 18 ὀλίγον + μὲν L | 21 ἐπεὶ J 25 * änze etwa <μίαν όμοούσιον τριάδα ήμῖν συνίστησιν, ἀεί σὺν πατρὶ> * | ό vor ἐνυπόστατος < J 28 Πάντα *] πάντες)

94
ἠν καὶ τὸ ἃγιον αὐτοῦ πνεῦμα ἀεὶ ἠν.

εἰ γὰρ ἠν χρόνος πρὸ υἱοῦ, ζητηθήσεται ἄρα πάλιν <ἄλλος> δι᾿ οὗ καὶ ὁ πρὸ τοῦ υἱοῦ χρόνος καὶ μυρία λοιπὸν εἰς φαντασίαν ἐνδομυχοῦσαν ἐν τῇ τῶν ἀνθρώπων ὐπολήψει τρέψει τὸν ὴμέτερον λογισμὸν ἤ μᾶλλον εἰς πορνείαν διανοημάτων καὶ οὐ † περὶ σωφροσύνης.

οὐκ ἠν τοίνυν χρόνος πρὸ υἱοῦ, ἐπειδὴ οὐ διὰ χρόνων ὁ υἱὸς γέγονεν, ἀλλὰ διὰ υἱοῦ χρόνοι καὶ οἱ ἄλλελοι καὶ τὰ ἄλλα πάντα κτίσματα. οὐκ ἠν χρόνος ποτὲ ὅτε οὐκ ἠν ὁ υἱός, οὐδὲ ἠν ποτε ὃτε οὐκ ἠν πνεῦμα.