Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ὃτι τὸ πνεῦμά σου τὸ ἀγαθὸν όδηγήσει με, ὁ θεός« φησὶν ὁ Δαυίδ, ἤ »τὸ πνεῦμα ὅπου θέλει πνεῖ« τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν) »καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει« καί »ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος· καὶ πνεύματος« ὃμοιον ὡς εἶπε Παῦλος »ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα«.

περὶ τούτου ὸ κύριος ὅταν ἔλθῃ ό παράκλητος, ὃν ἐγὼ πέμψω ὐμῖν, τὸ πνεῦμα τῆς ΄αληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ« καί »ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. ὃταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ᾿ ὃσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα«.

73. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, <ὥς> φησιν ὸ κύριος, λήψεται, ὃν τρόπον »οὐδεὶς ἔγνω τὸν εἰ μὴ ὸ οὐδὲ οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«, οὓτως τολμῶ λέγειν ὃτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ό υἱὸς ἐξ οὗ λαμβάνει καὶ ό πατὴρ παρ οὑ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα,

εἰ μὴ τὸ πνεῦμα τὸ ἃγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυ- ροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγτής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός.

υἱὸς φυσικὸς υἱὸς ἀληθὴς υἱὸς γνήσιος, μόνος ἐκ μόνου, σὺν αὐτῷ [*](4 IKor. 12, 11 — 4f Psal. 142, 10 — 5 —8 Joh. 3, 8 — 8f Joh. 3, 5 — 9f I Kor. 4, 15 —12 Joh. 15, 26 — 12 —17 Joh. 16, 12 —14—18 —22 vgl. oben c. 11, 3; S. 19, 5ff — 19f Matth. 11, 27 — 23 Joh. 16, 13; 14, 26; 15, 26 L J pan.) [*](3 ᾠ δὲ γλωσσῶν <pan. | λοιπὰ + δὲ pan. 4 ὅτι] ὃτι] ἤ ? * 5 ό θεός < 6 διὰ τούτων pan, 6f τοῦ πνεύματος τοῦ ἁγίου L J 7 δείκννσιν pan. 9 ὡς] ὦ L J 10 ἐγέννησα ὑμᾶς pan. 13 ὅταν + δὲ L 14 τὴν ἀλήθειαν πᾶσαν L 19 <ὡς> * | |on + γὰρ LJ (mit ὃν τρόπον beginnt jedoch der 20 ὓτω L J | τολμῶσι pan. 21 ὃτι <pan. 21 — 22 δὲ μὴ ό υἱὸς — ἐκπορεύεται] εἰ μὴ ό πατὴρ καὶ ό υἰός, παρ’ οὖ ἐκπορεύεται καὶ παρ’ παρ᾿ λαμβάνει L J 23 f μαρτυροῦν + τὰ pan.)

92
<δὲ> καὶ τὸ πνεῦμα, <οὐχ υἱὸς> ἀλλὰ πνεῦμα ὀνομαζόμενον.

οὖτος ὁ θεὸς δοξαζόμενος ἐν ἐκκλησίᾳ πατὴρ ἀεί, υἱὸς ἀεὶ καὶ πνεῦμα ἃγιον ἀεί, ὑψηλὸς <ἐξ> ὑψηλοῦ καὶ νοερός, νοερός, δόξαν ἔχων ᾠ ὑποβέβηκε τὰ κτιστὰ καὶ τὰ ποιητά, ἁπαξαπλῶς τὰ σύμπαντα μετρούμενα καὶ περιεχόμενα ἓκαστα.

θεότης δὲ μία ἐν Μωυσῇ μάλιστα καταγγέλεται, δυὰς δὲ ἐν προφήταις σφόδρα κηρύττεται, τριὰς δὲ ἐν εύαγγελίοισ φανεροῦται, πλεῖον κατὰ καιροὺς καὶ γενεὰς ἁρμόζουσα τῷ δικαίῳ εἰς γνῶσιν καὶ πίστιν. γνῶσις δὲ αὐτῆς ἀθανασία, ἐκ πίστεώς τε αὐτῆς υἱοθεσία γίνεται.

ἀλλὰ πρῶτον δικαιώματα σαρκὸς ἐκφράζει, ὡς περίβολον ναοῦ τὸν ἔξω διεγείρουσα ἐν Μωυσῇ· δεύτερον δὲ δικαιώματα ψυχῆς ἐκδιηγεῖται, ὡς τὰ ἅγια κοσμοῦσα ἐν λοιπαῖς προφητείαις· τρίτον δὲ δικαιώματα πνεύματος, ὡς τὸ ἱλαστήριον καὶ τὰ ἅγια τῶν ἁγίων ῥυθμίζουσα ἐν εὐαγγελικοῖς πρὸς κατοίκησιν ἑαυτῆς· σκηνὴν δὲ] ἁγίαν, ναὸν ἃγιον, <ὃς>