Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἄπειρα δὲ τὰ περὶ πνευμάτων λόγια σοφοῖς. ἀλλ’ ὣσπερ οἱ πολλοὶ υἱοὶ θέσει ἢ κλήσει οὐκ ἀληθείᾳ δέ, διὰ τὸ ἀρχὴν ἔχειν καὶ τέλος * άμαρτητικῶς, οὓτω καὶ πνεύματα πλεῖστα θέσει ἤ κλήσει, κἅν ἁμαρ- τητικὰ ᾐ, τὸ δὲ ἄγιον πνεῦμα μόνον καλεῖται πνεῦμα πατρὸς καὶ υὶοῦ, »πνεῦμα ἀληθείας‘ καὶ πνεῦμα Νοῦ. καὶ »πνεῦμα Χριστοῦ‘ καὶ »πνεῦμα χάριτος‘.

χαρίζεται γὰρ ἑκάστῳ διαφόρως τὸ άγαθόν, »ᾠ μὲν [*](2 ff Luk. 4, 41 — 3 Jes. 4, 4 — 4f I Kor. 2. 12 — 5f I Kor. 2, 11 — 6 Psal. 77,39 — 7f Psal. 102, 16 — 8 Psal. 103, 29 — 9f I Kor. 14, 32 — 10 —12 ön. 22, 21f — 12f Jes. 29, 10 öm. 11, 8) — 13 H Tim. 1, 7 — Act. 16, 16 — 14 Hos. 4, 12 — Psal. 10, 6 — Hiob S. 2 — 15 Luk. 13, 11 — Matth. 12, 43 Mark. 1, 23. 26 Luk. 4, 36; 6, 18 u. a. St. — 15f Mark. 9, 25 — 16 Mark. 7, 32 — Matth. S, 28 — 17 Mark. 5, 9 Luk. b, 30 — Ephes. 6, 12 — 22 Joh. 14. 17 — z. B. Rom. S, 9. 14 — öm. b, 9 — 23 Hebr. 10, 29 — 23ff I Kor. 12, 10 L J pan.) [*](1 αὺτὸν pan. ἀπελθεῖν < LJ < pan. 2 ἐπέτασε pan. L J πνεύματα δὲ pan.] τὰ πνεύματα L J 3 καύσωνος pan. 4 καὶ] δὲ pan. 4f οὐχ vor ἐλαβομεν J, < L 5 ἀνθρώπων <pan. 6 τὸ πνεῦμα τὸ ἐν τῷ ἀνθρώπῳ pan. 7 οὐχ] οὐκ] L 9 πνεῦμα προφητῶν· »πνεύματα δὲ *] πνεῦμα L J TivEvuaza δὲ pan. φησι· <φησί> | vor προφήταις + καὶ L J 10 καί 1] ἢ L J 12 L J 13 <καὶ> * 17 τὰ vor πνευματικὰ < L 18 ἀλλ’ < L J | εἴπερ J 19 — 21 οὐκ ἀληθείᾳ δὲ — ἁμαρτητικὰ ᾐ < L J 19 * änze wohl <καὶ * 21 πνεεῦμα (vor πατρὸς) *] ὑπὸ L pan. ἀπὸ J 23 τὸ (vor ἀγαθόν) <L)

91
πνεῦμα σοφίας, ᾠ δὲ πνεῦμα γνώσεως, ᾠ δὲ πνεῦμα ἰσχύος, ᾠ δὲ πνεῦμα ἰαμάτων, ᾠ δὲ πνεῦμα προφητείας, ᾠ δὲ πνεῦμα διακρίσεως, ᾧ δὲ γλωσσῶν, ᾠ δὲ ἑρμηνειῶν« καὶ τὰ λοιπὰ χαρίσματα, ὥς φησιν »ἓν δὲ καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἑκάστῳ ὡς Βούλεται«·

ὃτι τὸ πνεῦμά σου τὸ ἀγαθὸν όδηγήσει με, ὁ θεός« φησὶν ὁ Δαυίδ, ἤ »τὸ πνεῦμα ὅπου θέλει πνεῖ« τὸ ἐνυπόστατον διὰ τῶν τοιούτων τοῦ ἁγίου πνεύματος δεικνὺς ἡμῖν) »καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει« καί »ἐὰν μὴ γεννηθῆτε ἐξ ὕδατος· καὶ πνεύματος« ὃμοιον ὡς εἶπε Παῦλος »ἐν γὰρ Χριστῷ Ἰησοῦ ἐγὼ ὑμᾶς ἐγέννησα«.

περὶ τούτου ὸ κύριος ὅταν ἔλθῃ ό παράκλητος, ὃν ἐγὼ πέμψω ὐμῖν, τὸ πνεῦμα τῆς ΄αληθείας, ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ« καί »ἔτι πολλὰ ἔχω λέγειν, ἀλλ᾿ οὐ δύνασθε βαστάζειν ἄρτι. ὃταν ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν τὴν ἀλήθειαν. οὐ γὰρ λαλήσει ἀφ’ ἑαυτοῦ, ἀλλ᾿ ὃσα ἀκούσει λαλήσει καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν πάντα«.

73. Εἰ τοίνυν παρὰ τοῦ πατρὸς ἐκπορεύεται καὶ ἐκ τοῦ ἐμοῦ, <ὥς> φησιν ὸ κύριος, λήψεται, ὃν τρόπον »οὐδεὶς ἔγνω τὸν εἰ μὴ ὸ οὐδὲ οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατήρ«, οὓτως τολμῶ λέγειν ὃτι οὐδὲ τὸ πνεῦμα εἰ μὴ ό υἱὸς ἐξ οὗ λαμβάνει καὶ ό πατὴρ παρ οὑ ἐκπορεύεται καὶ οὐδὲ τὸν υἱὸν καὶ τὸν πατέρα,

εἰ μὴ τὸ πνεῦμα τὸ ἃγιον, τὸ δοξάζον ἀληθῶς τὸ διδάσκον τὰ πάντα τὸ μαρτυ- ροῦν περὶ τοῦ υἱοῦ, ὃ παρὰ τοῦ πατρὸς ὃ ἐκ τοῦ υἱοῦ, μόνος ὁδηγὸς ἀληθείας, νόμων ἐξηγητὴς ἁγίων, πνευματικοῦ νόμου ὑφηγτής, προφητῶν καθηγητής, ἀποστόλων διδάσκαλος, εὐαγγελικῶν δογμάτων φωστήρ ἁγίων ἐκλογεύς, φῶς τὸ ἀληθινὸν ἐξ ἀληθινοῦ φωτός.