Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

πλὴν τὸ πνευμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον« ὅμοιον τῷ εἰπεῖν > κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι«·

»ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης« ὅμοιον τῷ εἰπεῖν »ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος«·

καί περιτομὴ καρδίας ἐν πενύματι« ὅμοιον τῷ εἰπεῖν »καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ‘·

»εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν« ὅμοιον τῷ εἰπεῖν καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε« καί »πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου«·

καί τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες« ὅμοιον τῷ εἰπεῖν »ἀπαρχὴ Χριστός«·

»ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν‘ ὅμοιον τῷ εἰπεῖν »ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν‘·

»ἵνα γένηται ἡ προσφορὰ τῶν Μνῶν εὐπρόσδεκτος, ἁγιασθεῖσα ἐν πνεύματι ἁγίῳ« ὅμοιον τῷ εἰπεῖν »ὁ δὲ κύριος ἁγιάσαι ὑμᾶς, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν Χριστοῦ«·

»ἡμῖν δὲ ἀπεκάλυψεν ὁ θεὸς διὰ τοῦ πνεύματος αὐτοῦ‘ ὅμοιον τῷ εἰπεῖν »ὅτε εὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί«·

»ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ θεοῦ« ὅμοιον τῷ εἰπεῖν »ἐαυτοὺς δοκιμάζετε εἰ ὁ Χριστὸς ἐν ὑμῖν‘·

ναὸς τοῦ θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ὑμῖν‘ ὅμοιον τῷ εἰπεῖν »ἐνοικήσω [*](1 f II Kor. 13, 3 — 2 f Act. 20, 35 — 3 f Act. 20, 22 — 4 f Philem. 1 Ephes. 3, 1 — 5 f Act. 20, 23 — 6 f vgl. Gal. 1, 20 — 7 Rom. 1, 4 — 8 Jes. 57, 15 — 8 f Rom. 2, 29 — –11 Kol. 2, 11 — 11 I Kor. 3, 16 — 12 Kol. 2, 6 — 12 f II Sam. 23, 2 — 13 f öm. 8, 23 — 14 f I Kor. 15, 23 — 15 Rom. 8, 26 — 16 f öm. 8, 34 — 1 f Rom. 15, 16 — 18 f Phil. 1, 10 — 19 f I Kor. 2, 10 — 21 f Gal. 1, 15 — 22 f I Kor. 2, 12 — 24 II Kor. 13, 5 — 24 f I Kor. 3, 16 — 25 f II Kor. 6, 16 L J pan.) [*](1 ὅμοιον ὡς εἶπε pan.] ὅμοιον ὡς εἰ ἔλεγε L ἁομίως ὡσεὶ ἔλεγε J | ζητοῦντες J 2 Χριστοῦ] θεοῦ L J | ἤ] εἰ L J 4 ἂν x003C; L J ἐὰν pan. 5 μαρτύρεται L J ὅμοιον τῷ εἶπε L ὅμοιον ὡς εἶπε pan. | > * 8 f ἅγιος — ὅμοιον τῷ εἰπεῖν x003C; L J 9 περιετμήθη pan. 10 τῇ 2 x003C; L J 16 καὶ (vor ἐντυγχάνει) x003C; pan. 10 Χριστοῦ] κυρίου pan. 20 θεὸς] Χριστὸς LJ | τοῦ x003C; L J 21 εὐδόκησεν + ὁ θεὸς J 22 ἐν ἐμοὶ τὸν υἱὸν αὐτοῦ pan. 23 τὸ ἐκ] τοῦ pan. 24 ἐστι L J)

85
ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεὸς καὶ αὐτοὶ ἔσονταί μοι λαός«.