Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

»καὶ νῦν ἰδοὺ ἐγὼ ἐγὼ τῷ πνεύματι πορεύομαι« ὡς ἂν εἴποι Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ«·

πλὴν τὸ πνευμά μοι διαμαρτύρεται κατὰ πόλιν λέγον« ὅμοιον τῷ εἰπεῖν > κύριος μαρτυρεῖ τῇ ἐμῇ ψυχῇ ὅτι οὐ ψεύδομαι«·

»ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης« ὅμοιον τῷ εἰπεῖν »ἅγιος ὁ ἐν ἁγίοις ἀναπαυόμενος«·

καί περιτομὴ καρδίας ἐν πενύματι« ὅμοιον τῷ εἰπεῖν »καὶ περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ‘·

»εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν« ὅμοιον τῷ εἰπεῖν καθὼς ἐλάβετε Χριστόν, ἐν αὐτῷ περιπατεῖτε« καί »πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοὶ καὶ λόγος αὐτοῦ ἐν τῷ στόματί μου«·

καί τὴν ἀπαρχὴν τοῦ πνεύματος ἔχοντες« ὅμοιον τῷ εἰπεῖν »ἀπαρχὴ Χριστός«·

»ἀλλ' αὐτὸ τὸ πνεῦμα ὑπερεντυγχάνει ὑπὲρ ἡμῶν‘ ὅμοιον τῷ εἰπεῖν »ὅς ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν‘·