Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

63. Τοῦ λοιποῦ τοίνυν μηδεὶς ἡμῖν κόπους παρεχέτω.« οὕτω γὰρ δοξάζει ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία ἀπὸ τῶν ἀνέκαθεν· οὐ παραστήσεται γὰρ ἡμῖν Ὠριγένης ἐν ἠμέρᾳ κρίσεως.

θαυμάζω γὰρ ὡς ἀληθῶς, πῶς τινες ἀνέχονται τοῦ βλασφημήσαντος τὸν ἑαυτοῦ δεσπότην. ἀναγνώτωσαν Ὠριγένους τὰ περὶ ἀρχῶν οἱ τοιοῦτοι καὶ [*](2 vgl. Deut. 29, 5 — 15 — 18 vgl. Epiph. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 5, 3 (CSEL 54, 1 S. 403, 18 ff Hilberg) — 18 Gen. 2, 23 — 19 Gal. 6, 17 L J Sacra Parallela (bis Ζ. 23 δεσπότην)) [*](3 ἐρικνώθη L J ἐρυπάνθη Sa Pa | ἐκώμων Sa Pa 4 οἱ < Sa Pa 5 Sa Pa 6 σωτῆρος] Χριστοῦ J | καταλήψαντος J | τὰ ὀθώνια Sa Pa 7 hinter ἆρα ein οὐκ von Pet. älschlich üft 8 δὲ < Sa 9 τὸν < SaPa | ὀστέα ἐαυτοῦ Sa Pa 11 τὰ < SaPa | πάντως SaPa | ἦν < L J 12 <ἅ ἦν θελήματι ἰδίῳ> Ζ. T. nach SaPa, wo 12 f lautet: πνευματικά·) ὁ τοίνυν ταῦτα θελήματι ἰδίῳ ἑαντῷ ποιήσας κἀκείνους τοὺς κτἐ. | ἐαυτῷ] ὁ αὐτὸς J 13 ἑαυτῷ < L 14 ὄντως] < SaPa, + γὰρ; οὕτως statt ὄντως Petavius falsch | <δὲ> * 17 πρὸ τοῦ βεβρωκέναι < L J | ὡς] ὃς L J ; lies wohl ἢ πῶς * | ἐκστάσεως + τοῦ SaPa 18 vor ὀστοῦν + τοῦτο τὸ Sa Pa | ὀστέων SaPa | τῶν σαρκῶν SaPa τοῦτο < SaPa 19 ὑμῖν L 20 f παρασταθήσεται SaPa 21 ὠς < SaPa)

76
μαθέτωσαν οἱ δοκοῦντες εἶναι υἱοὶ τῆς ἐκκλησίας τῆς καθολικῆς * καὶ μὴ τὸν τὸν ἀπὸ τῆς τοῦ πατρὸς θεότητος χωρίζειν τολμάτωσαν·

* πῶς οὐ κατηξίωσεν Ὠριγένης εἰπεῖν κἂν ὅτι ὁρᾷ τὸν πατέρα ὁ υἱός. ἀλλά φησιν· »ὡς οὐ δύναται ἰδεῖν τὸν πατέρα ὁ υἱός, καὶ τὸ ἄγιον πνεῦμα οὐ δύναται ἰδεῖν τὸν υἱόν « καὶ πάλιν οἱ ἄγγεελοι οὐ δύνανται ἰδεῖν τὸ ἄγιον πνεῦμα καὶ οἱ ἄνθρωποι οὐ δύνανται ἰδεῖν τοὺς ἀγγέλους.«

καὶ ἐφαντασίασεν ἑαυτὸν μᾶλλον καὶ οὕς ἠπάτησεν, ἀλλ' οὐ τὸν συνετὸν καὶ πιστὸν καὶ πιστεύοντα τῇ ἀληθείᾳ καὶ τῇ

πνευματικῇ διδασκαλίᾳ. παῦσαι τοίνυν, Ὠρίγενες, καὶ παύσασθε οἱ τοῦ Ὠριγένους μαθηταί· ἀηθεύουσι γὰρ οἱ ἀπόστολοι καὶ οἱ προφῆται ἤπερ ὑμεῖς καὶ ὁ ὑμῶν διδάσκαλος·

παυσάσθωσαν οἱ Γνωστικοί, κατάγνωστοι δὲ ὄντες τὸν τρόπον, καὶ παυσάσθωσαν Οὐαλεντινιανοὶ καὶ Μανιχαῖοι καὶ Μαρκιωνισταὶ οἱ κατὰ πάντα πεπλανημένοι καὶ παυσάσθωσαν Ἀρειανοὶ καὶ Ἀνόμοιοι καὶ Σαβέλλιοι καὶ Πνευματῖται, οἱ καὶ Πνευματομάχοι, καὶ Διμοιρῖται οἱ ἀνοήτως τὸν νοῦν παρεκβάλλοντες.

πάντα γὰρ ἀληθεύει ἡ θεία γραφή· συνέσεως δὲ χρεία ἐστὶ τοῦ εἰδέναι <ἀληθεύειν> τὸν θεὸν πιστεύειν <τε> αὐτῷ καὶ τοῖς αὐτοῦ λόγοις καὶ <γνῶναι> τὰ ὑπὸ τοῦ θεοῦ κεχαρισμένα δεδομένα καὶἐσόμενα καὶ εἰδέναι κατὰ τὴν ὑπόσχεσιν τὴν τῶν νεκρῶν ἀνάστασιν ἐν τελειότητι. πᾶσα γὰρ αἵρεσις ψεύδεται μὴ λαβοῦσα πνεῦμα ἄγιον κατὰ τὴν παράδοσιν τῶν πατέρων ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ καθολικῇ ἐκκλησίᾳ.