Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἴδωμεν δὲ καὶ ἄλλην θεωρίαν. ἐξέβαλεν ἀυτούς, φησίν, ἔξω τοῦ παραδείσου καὶ ἔθετο τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τηρεῖν τὴν εἴσοδον τοῦ ξύλου τῆς ζωῆς. καὶ ἐξελθόντες οἱ περὶ τὸν Ἀδὰμ ᾤκησαν ἀπέναντι τοῦ παραδίσου. μηδεὶς μύθοις ἀπατάσθω κενοῖς.

»δύναται γὰρ ὁ θεὸς ἐκ τῶν λίθων ἐγεῖραι τέκνα« καὶ δύναται ὁ θεὸς καὶ τὰ φθαρτὰ μεταβαλεῖν εἰς ἀφθαρσίαν καὶ δύναται ἐπὶ γῆς ποιῆσαι ἀνάπαυσιν παραδείσου, ὅτε ἠθέλησεν.

οὐ γὰρ ἡ γῆ ἄλλου θεοῦ καὶ ὀ οὐρανὸς ἄλλου, ἀλλὰ πάντα τοῦ αὐτοῦ ἐστι καὶ ὡς θέλει χαρίζεται ἑκάτῳ τὴν ἀφθαρσίαν.

καὶ γὰρ καὶ τὸ σῶμα τοῦ Ἀδὰμ οἴδαμεν ἐκ τῆς γῆς πεπλασμένον, ἐξ ἡσπερ καὶ ἡμῶν τὰ σώματα, καὶ ἐλπίδα ἔχομεν ζωῆς αἰωνίου καὶ ἀφθάρτου κληρονομίας. καὶ γὰρ τοῦ σωτῆρος τὸ σῶμα ἀπὸ Μαρίας ἠν καὶ συνήνωται πνευματικῶς τῇ τοῦ Λόγου ἐν οὐρανῷ ἀφθαρσίᾳ.

ταῦτα δὲ πάντα συνηγάγομεν καὶ ἐνταῦθα παρεθέμεθα μηθὲν παραρρῖψαι τῶν γεγραμμένων θέλοντες, ἀλλὰ [*](9 vgl. Matth. 19, 26 — 13 Weisk Sal. 12, 12 — 14f Gen. 3, 24 — 16f vgl. Gen. 3, 24 liber Jub. 3, 32 Littmann — 18 Matth. 3, 17 L J 4 — 6 Sacra Parallela Rupef. 8 v (bis Ζ. 6 ἀλληγοροῦνται)) [*](2 καὶ ݲ J 3 Ἰνδικτιῶνος] Ἴνδικτος (so ausgeschrieben) L J 4 τοίνυν] Sa Pa | ἀπ' ἐκείνου τοῦ εἰρημένου SaTa | πάντες < L J 5 + <ἐγεννήθημεν> ? * | ἀπώλλυτο Sa Pa Ι γινόμενα] λεγόμενα Sa Pa 6 Sa Pa 7 ξύλων J | γνωστὸν ist nicht in γνῶσιν zu ändern 9 τὸ πλάσμα] man erwartet noch καὶ ἔστιν ὁ παράδεισος ἐπὶ τῆς γῆς * 10 μεταβάλλειν L μεταβαλλεῖν J | τῆς < J 12 ἔδειξε + <ὁ υἱὸς> ? * 14 φησιν ݲ J L 17 ἀπατάτω J 19 τὰ < L 20 ὅτε * ] ὅτι L J 21 ἄλλου + θεοῦ 23 τῆς < J | ἐξ οὗπερ L 26 ἀφθασία J | δὲ πάντα] ἄπαντα L | καὶ <J)

74
μᾶλλον ἁπλότητι φέρεσθαι πιστοί τε εὑρίσκεσθαι πρὸς τὸν θεόν, ἐν οἷς ἐν ἀληθείᾳ ἔγαψεν ἡμῖν καὶ ἐδωρήσατο τὴν τῆς ἀηλθείας ὀδὸν εἰς ἡμῶν σωτηρίαν· συγχωρεῖν <δὲ> αὐτῷ μόνῳ πρέπον εἰδέναι τὰ ἀκατάληπτα.

62. Ἀλλην δὲ πάλιν μυθώδη θεωρίαν οὑτος ὁ Ὠριγένης, ᾡ ὁ θεὸς συγχωρήσειε φαντασίας τοῖς ἀνθρώποις ἀλληγοροῦντι, παρεισήγαγε φάσκων οὓς εἶπεν ἡ θεία γραφὴ χιτῶνας δερματίνους πεποιηκέναι τὸν θεὸν τοῖς περὶ τὸν Ἀδὰμ μὴ εἶναι χιτῶνας δερματίνους·

ἀλλὰ τοῦτό φησι χιτῶνα δερμάτινον τὸ σαρκῶδες τοῦ σώματος ἢ αὐτὸ τὸ σῶμα· μετὰ γὰρ τὴν παρακοήν, φησίν, καὶ μετὰ τὸ βεβρωκέναι τοῦ ξύλου ἐνέδυσε τὰς ψυχάς ταῦτα τὰ σώματα τουτέστιν ταύτην τὴν σάρκα. καὶ ἔστιν εὔηθες τὸ ὄλον εἰπεῖν.