Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

6. Πότε οὐν δύνασαι τολμᾶν καὶ λέγειν ὅτι οὐκ ἠν πατὴρ ὁ πατήρ, ἴνα καὶ υἱὸν τολμήσῃς εἰπεῖν μὴ εἶναι <υἱόν> εἰ δὲ οὐ ἀξίαν προσθεῖναι πατρί τὸ γὰρ θεῖον ἐν ταὐτότητι ὑπάρχει καὶ οὐκ ἐπιδέεται προσθήκης, οὐ δόξης οὐ προκοπῆς) , μάθε μὴ βλασφημεῖν«, ὠ ὁ πολεμῶν τὴν πίστιν, μᾶλλον δὲ σεαυτὸν ἀπὸ πίστεως διώκων, ἀλλ’ ἀεὶ πίστευε πατέρα ἀίδιον ἀληθῶς γεννήσαντα υἱόν,

τὸν ἀεὶ ὄντως ὄντα πρὸς τὸν ὄντως ὄντα πατέρα.

ἀλλὰ γεγεννημένον· υἱὸς γὰρ ἀεὶ <συνὼν> οὐ συναλοιφή ἐστιν τῷ πατρί, οὐ συνάδελφος, υἱὸς γνήσιος ἐκ πατρὸς γεγεννημένος, φυσικὸς υἱός, οὐ θετός, υἱὸς ὁμοούσιος τῷ πατρί, οὐ συνούσας, ἀλλ’ ὁμοούσιος, τουτέστιν οὐκ ἔξωθεν τοῦ πατρὸς γεννηθείς, ὥς τινες εἰρωνείᾳ φέρονται, θέσει θέλοντες εἶναιλλλ τὸν υἱὸν καὶ οὐκ ἀληθείᾳ.

σύνδεσμος δέ τῆς πίστεως ὁμοούσιον λέγειν. ἐὰν γὰρ εἴπῃς τὸ ὁμοούσιον, ἔλυσας Σαβελλίου τὴν δύναμιν· ὅπου γὰρ ὁμοούσιον, μιᾶς ὑποστάσεώς ἐστι δηλωτικόν·

ἀλλὰ καὶ ἐνυπόστατον σημαίνει τὸν πατέρα καὶ ἐνυπόστατον τὸν υἱὸν καὶ ἐνυπόστατον τὸ πνεῦμα τὸ ἅγιον.

ὅταν δέ τις ὁμοούσιον λέγῃ, οὐκ ἀλλότριον τῆς αὐτῆς θεότητος σημαίνει. ἀλλὰ θεὸν ἐκ θεοῦ τὸν υἱὸν καὶ θεὸν τὸ ἅγιον πνεῦμα, τῆς θεότητος, θεότητος, οὐ τρεῖς θεούς.

οὐδὲ γὰρ ἐὰν εἴπωμεν τὸν υἱὸν καὶ τὸν πατέρα θεόν, δύο θεοὺς λέγομεν· εἷς γάρ ἐστιν ἡμῶν ὁ θεός, ὥς φησιν ὁ μακάριος [*](12 vgl. I Tim. 1, 20 L J arm.) [*](1 ὄνομα sc. υἱοῦ 2 * etwa <σχέσεως> *, <οὐχ ἑνὸς>? Wilamowitz] νόε| LJ arm. 4 πατὴρ γὰρ — καλεῖτα| < arm. 6<υἱόν> * υἱὸν J 8 lies viell. οὐ] δόξης ἢ προκοπῆς *, vgl. S. 14, 12 9 < J | δὲ καὶ L 10 υἱόν, τὸν ἀεὶ] τὸν υἱὸν καὶ L | τὸν ἀεὶ ὄντως — ἀλλὰ γεγεννημένον] υ. immer tcahrlich den Sohn gexeugi hat arm. 11 ἄντα 1] συνόντα L | ἀλλὰ γεγεννημένον < J 11 | υἱὸς γὰρ — τῷ πατρί] denn der Sohn war immer heim Vater arm. 12 <συνὼν> * | ἐστ|ν*] ὢν L J 13 f φυσ|κὸς — τῷ πατρί] in υ. nicht etica darstellend einen Sohn, wesensgleich ähnlich dem Vater arm. 14 nach συνούσ|ος noch einmal + denn nicht gibt es eine Vereinigung συναλο|φὴ) des Vaters υ. nicht eine Brnderscliaft arm. | οὐκ 003C; arm. 15 ἴΜεν] ἔξω μὲν L | γεννηθεὶς τοῖ πατρὸς L 20 τ|ς * ] τὸ L J arm. 22 θεὸν (vor τὸ ἅγ|ον πνεῦμα)] Gott von Gott arm. 23 τρεῖς x003C; arm. 23 f. οὐδὲ γὰρ — δύο θεοὺς λέγομεν] denn nicht ist vielfache Gottheit in Gott arm. 24 δύο < L)

13
Μωυσῆς κύριος ὁ θεός σου, κύριος εἷς ἐστιν‘.

οὐ θεοὺς λέγομεν θεὸν τὸν πατέρα, θεὸν τὸν υἱόν , θεὸν τὸ ἅγοιν πνεῦμα * καὶ οὐ θεούς· οὐδὲ γὰρ πολυθεΐα ἐν θεῷ. διὰ δὲ τῶν τριῶν ὀνομάτων ἡ μία θεότης πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος <σημαίνεται>.

καὶ οὐ δύο υἱοί· μονογενὴς γὰρ εἰς ὁ υἱός, τὸ δὲ ἅγιον πνεῦμα πνεῦμα αἅγον, πνεῦμα θεοῦ, ἀεὶ ὂν σὺν πατρὶ καὶ υἱῷ, οὐκ ἀλλότριον θεοῦ, ἀπὸ δὲ θεοῦ ὄν, ἀπὸ πατρὸς ἐκπορευόμενον‘ καὶ τοῦ υἱοῦ λαμβά- νον‘.

ἀλλ’ ὁ μὲν υἱὸς μονογενὴς ἀκατάληπτος καὶ τὸ πνεῦμα ἀκατάληπτόν ἐκ θεοῦ δέ, οὐκ ἀλλότριον πατρὸς καὶ υἱοῦ. οὐδὲ συναλοιφή ἐστι πατρὸς καὶ υἱοῦ, ἀλλὰ τριὰς ἀεὶ οὖσα τῆς αὐτῆς οὐσίας· οὐχ ἑτέρα οὐσία παρὰ τὴν θεότητα οὐδὲ ἑτέρα θεότης παρὰ τὴν οὐσίαν, ἀλλ’ ἡ αὐτὴ θεότης καὶ ἐκ τῆς αὐτῆς θεότητος ὁ υἱὸς καὶ τὸ ἅγιον πνευμα.