Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ὅταν δὲ ἀκούσωμεν, καὶ πιστεύσωμεν· πιστεύομεν ὄτι ἔστιν αὐτοῦ *, τὸν δὲ κύριον ἡμῶν οἴδαμεν ὅλον αἴσθησιν ὅλον αἰσθητικὸν ὅλον θεὸν ὄλον κινοῦντα ὅλον ἐνεργοῦντα ὅλον φῶς ὅλον Λόγον, ἀκατάληπτον, ἀλλὰ μετὰ χάριτος ἡμῖν τοῦτο δεδωρημένον.

58. Οὗτος τοίνυν ὁ Ἀδὰμ ἐν τῷ παραδείσῳ ἐτέθη καὶ ἔφαγεν ἀπὸ τοῦ ξύλου. ὁ δὲ παράδεισος, φησίν »ἐν Ἐδὲμ κατὰ ἀνατολάς‘· πηγὴ δὲ ἀνέβαινεν ἐξ Ἐδέμ«, καὶ οὐκ εἶπε »κατέβαινεν«, ἱνα μὴ νομίσωμεν ἐν οὐρανῷ εἶναι τὴν Ἐδέμ. εἰ γὰρ ἐν οὐρανῷ ἠν, ἄνωθεν ἂν εἶπε »κατέρχεται« πηγή. ἀλλὰ <καί> φησι ποταμὸς ἐκπορεύεται Ἐδέμ«· καὶ οὐκ εἶπε κατέρχεται.

οὑτος »ἀφοσρίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ φεισών«, καὶ ὁρῶμεν τὸν Φεισὼν ἐπ' ὄφεσιν ἡμῶν. καὶ Φεισὼν μέν ἐστιν ὁ Γάγγης παρὰ τοῖς Ἰνδοῖς καλούμενος καὶ Αἰθίοψιν, Ἕλληνες δὲ τοῦτον καλοῦσιν Ἰνδὸν ποταμόν. πᾶσαν γὰρ τὴν Εὐιλὰτ περικυκλοῖ«, τὴν μικρὰν Αἰθιοπίαν καὶ τὴν μεγάλην, τὰ μέρη τῶν Εὐιλαίων, διαπερᾷ δὲ τὴν μεγάλην Αἰθιοπίαν καὶ πίπτει εἰς τὸν νότον καὶ δύνει ἔσωθεν Γαδείρων εἰς τὸν μέγαν Ὠκεανόν.

[*](10 ff vgl. ep. ad Joh. episc. Hieros. = Hieronymi ep. 51, 5,5 (CSEL 54, 1 S. 404, 15 ff Hilberg) — 11 Gen. 2, 8 — 12 Gen. 2, 6 — –15 Gen. 2, 10 f — –21 vgl. de duod. gemmis 16 u. 25 (CSEL 3511 S. 747, 27 ff u. 750, 7 ff Günther) — 18 f Gen. 2)[*](L J –S. 69, 2 Anast. Sin. quaest. 23; Migne 89, 540 –541 B 1 οὐδὲ] οὐχ L 2 * etwa <τὸδὲ ἄπειρον> * 3 * etwa ἀλλ’ ὄμοιά > * | ἠθέλησε J 4 τόδε J 5 ἐν ᾡ *j ὡς L J 6 ὅταν] ὅτι J 7 <σῶμα> 8 λόγον < J 10 οὕτω Anast. Sin. | vor ὁ Ἀδὰρ + καὶ Anast. τεθεὶς ἐν τῷ παραδείσῳ τῆς τρυφῆς ἔφαγεν Anast. Sin. 12 f νομίσωμεν] νοήσωμεν Anast. Sin. 13 ἐν οὐρανῷ 1] ἐξ οὐρανοῦ J 13 f ἂν εἶπε] εἶχεν εἰπεῖν ὅτι Anast. Sin, 14 πηγὴ < Anast. Sin. 1 <καί> * 15 οὐκ εἶπε — οὗτο < Anast. L J dividitur ep. ad Joh. episc. 16 τῷ] δὲ J 16 f καὶ ὁρῶμεν — μέν ἐστιν < Anast. Sin. 16 ὁρῶμεν] ἑωρῶμεν? *, vgl. die zu S. 68, 1 ührte aus der ep. ad Joh. ep.; doch beachte ὁρῶμεν S. 69, 3 17 — 18 freier gestaltet bei Anast. Sin. 19 Αἰθιοπίαν < J 20 Εὐιλαίων *, nach de duod. gemmis (CSEL 3511 S. 748, 27 ünther)] Ἐλλυμαίων LJ Εὐιλέων· Εὐιλέους δέ φησιν εἶναι τοὺς ἐσωτάτους Ἰνδοὺς Anast. Sin. 21 δύνει Ausgg., vgl. S. 68, 8] δύει LJ δύσιν Anast. Sin. | Ὠκεανὸν + τὸν κυκλοῦντα πᾶσαν τὴν γῆν Anast. Sin.)
68

δεύτερος ποταμὸς »Γεών«. καὶ αἰσθητὸν ὁρῶμεν τὸν ποταμὸν καὶ οὐκ ἀλληγορούμενον· οὑτος γὰρ ὁ κατὰ τὴν Αἰθιοπίαν κατερχόμενος καὶ διαπερῶν τὴν μικρὰν Αἰθιοπίαν, Ἀνουβῖτίν τε καὶ Βλεμμύαν καὶ Α'ξωμῖτιν καὶ ἐπικλύζων τὰ μέρη Θηβαΐδος καὶ Αἰγύπτου εἰς τὴν θάλασσαν ταύτην ἐκπίπτει. εἰ τις ἀπιστεῖ, ἀκουέτω τοῦ Ἰερεμίου λέγοντος »ἵνα τί ὑμῖν καὶ τῇ γῇ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γεὼν τὸ τεθολωμένον«;