Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὕτω μοι νόει καὶ τὸ παρὰ τοῦ ἀποστόλου εἰρημένον· πρῶτον μὲν εἰς τὸν οὐρανὸν ἀναβεβηκέναι, ἔπειτα δὲ εἰς τὸν παράδεισον καταβεβηκέναι> , , κατὰ τὸ εἰρημένον »κατέβη ὁ ἀδελφιδοῦς μου εἰς κῆπον αὐτοῦ‘. * καὶ ὁ σωτήρ φησι »σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ«.

55. Εἰ δὲ οὐκ ἔστιν ἐπὶ γῆς ὁ παράδεισος καὶ οὐκ ἀληθινὰ τὰ ἐν Γενέσει γεγραμμένα, ἀλλὰ ἀλληγορεῖτι, οὐδὲν ἀληθεύει τῆς ἀκολουθίας, ἀλλὰ πάντα ἀλληγοροῦνται.

»ἐν ἀρχῇ, γάρ φησι, ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν «· καὶ οὐκ ἔστιν ἀλληγορούμενα, ἀλλ' ὁρατά. καὶ στερέωμα, φησί, καὶ θάλασσαν, βλαστήματά τε καὶ ξύλα καὶ βοτάνας χόρτον ζῷα ἰχθύας ὄρνεα, πάντα τὰ ὁρώμενα ἐν ἀληθείᾳ γεγονότα. ἄνθρωπον <τε> ἐν ἀληθείᾳ ὄντα ἐποίησεν.

ἔθηκε τοίνυν τοῦτον ὃνβ ἔπλασεν ἐν τῷ παραδείσῳ, κατ' εἰκόνα ποιήσας τὸν αὐτὸν ἂνθρωπον, κατ' εἰκόνα θεοῦ δέ.

μὴ περιεργάζου δὲ τὰ τοῦ θεοῦ δωρήματα τὰ κατὰ χάριν τῷ ἀνθρώπῳ δεδομένα. οὐκ ἀρνόυμεθα γὰρ πάντας ἀνθρώπους εἶναι κατ' εἰκόνα θεοῦ.