Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ ἀπὸ ὀπῆς τινος θεωροῦμεν οὐρανόν, τὴν δὲ ἐπέκτασιν οὐκ ἐπιστάμεθα.κa̓̀ν εἴπῃ τις εῖδον, εἶδεν· κἂν ἄλλος εἴπῃ οὐκ εῖδον, οὐκ εῑδεν. εἴδομεν γὰρ ἀληθῶς ὡς χωροῦμεν. οὐκ εἴδομεν δὲ καθό ἐστιν.

οὕτω καὶ οἱ προφῆται ὡς δἰ ὀπῆς <διὰ> τοῦ στενωποῦ τοῦ ἰδίου σώματος κατηξιώθησαν ἰδεῖν καὶ <ἐν>

εἶδον, <ἀλλ᾿> οὐχ ὡς ἔχει τὸ ἄπειρον τῆς θεωρίας. καὶ οὕτω πεπλήρωνται συνᾴδουσαι πρὸς ἀλλήλας αἱ θεῖαι γραφαί, τό τε τοὺς προφήτας λέγειν ἑωρακέναι εἶδον γὰρ ἐν ἀληθείᾳ) καὶ τὸ τὸν σωτῆρα λέγειν θεὸν οὐδεὶς πώποτε τεθέαται«· οὐκ εἶδον δὲ καθό ἐστιν). ἀλλὰ καὶ] αὐτὸς εἶδεν ἀοράτως τὴν φύσιν, δέδωκε δὲ τῷ [*](1 — 8. 63, 2 vgl. Panarion h. 70, –8 — 2 Jes. 6, 1. 5 — 3 Gen. 12, 7 — Dan. 7, 9 — f vgl. Ezech. 1, 26f — 7 Job. 1, 18 — 10 zu Μανιχαίων vgl. Panarion h. 66, –85 — 12 Agraphon, vgl. Resch Agrapha 2 S. 207 — 21 vgl. Plato Respubl. Vn 1 — 26 I Job. 4, 12 L J) [*](1 γὰρ < J 3 οἶδεν J 4 καὶ τὰ τοιαῦτα wohl hinter εἰδος θεοῦ Ζ. zu setzen * 6 καταψευδόμενοι *] καταψεύδεσθαι LJ | δῆθεν *] μηδὲν LJ 7 πόποτε J 7 f καί φασιν — ἑώρακεν < J 12 τοῦ < J 15 <ἐξ> <λέγειν> * 16 εἴποι J 18 θεωροῦμεν] ὁρῶμεν J | οὐρανόν] ἄνθρωπον 19 εἴποι (im ersten Fall) J | κἂν 2] ἂν J 20 εἴδωμεν 1 J | ὡς] εἰ L 21 003E; * 22 <ἐν> ἀληθεία, <ἐν> * nach Ζ. 25] ἀλήθειαν J 23 <ἀλλ᾿ > * 26 πόποτε J τεθέαται] ἑώρακεν J 27 καὶ] *)

63
μὴ δυναμένῳ ὁρᾶν δύναμιν χαρίσματος εἰς τὸ ἰδεῖν τὴν δύναμιν τῆς εωρίας.

54. Ἀλλὰ μὴ πάλιν δραματουργῶν λέγῃς· εἶδον μὲν οἱ προφῆται οὐκ ὀφθαλμοῖς, ἀλλὰ διανοίᾳ, συνιέντες μονονουχὶ καὶ <μὴ> διὰ τοῦτο γὰρ ἀκριβῶς λέγει Ἠσαίας τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἀνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν λαῷ ἀκάθαρτα χείλη ἔχοντι ἐγὼ οἰκῶ καὶ κύριον σαβαὼθ εἶδον«· καὶ οὐκ εἶπεν, εἶδον τῇ διανοίᾳ, ἀλλὰ τοῖς ὀφθαλμοῖς μου«. εἶδον οὖν καὶ οὐκ εἶδον, ἀλλ’ ὡς ἠδύνατο, ἐν ἀληθείᾳ δὲ εἶδον, οὐκ εἶδον δὲ ὡς ἔχει τὸ ἄπειρον τῆς ἀκαταληψίας.

οὕτως καὶ περὶ παραδείσου πολλοὶ ἀλληγοροῦσιν, ὡς ὁ θεήλατος Ὠριγένης ἠθέλησε φαντασίαν μᾶλλον ἤπερ ἀλήθειαν τῷ βίῳ συνεισενέγκασθαι. καί φησιν· οὐκ ἔστι παράδεισος ἐπὶ τῆς γῆς·