Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἐν τῷ γὰρ εἰπεῖν Ἠσαΐαν »εἶδον τὸν κύριον σαβαώθ‘ καί ὤφθη κύριος τῷ Μωυσῇ« καί ὤφθη κύριος Ἀβραάμ« καί »εἶδεν ὅρασιν Δαυιήλ, παλαιὸν ἡμερῶν‘ καὶ τὰ τοιαῦτα, καὶ ὤφθη κύριος Ἰεζεκιὴλ καὶ εἶπεν »εἶδον εἶδος θεοῦ«, φασὶ ταῦτα μὴ εἶναι, ὡς τῶι, προφητῶν καταψευδόμενοι·

δῆδεν ἀπὸ τοῦ ῥητοῦ τοῦ εὐαγγελίου, οὗ εἶπεν ὁ σωτὴρ διδάσκων ὅτι θεὸν οὐδεὶς πώποτε ἑώρακε«. καί φασιν· εἰ οίνυν ὁ μονογενὴς εἶπεν, ὅτι οὐδεὶς ἑώρακεν, προφῆται δὲ λέγουσιν ἑωρακέναι, ἀνάγκη ψεύδεσθαι ἢ τὸν μονογενῆ ἢ τοὺς προφήτας.

καὶ κατὰ τὸν λόγον τῶν οὕτω λεγόντων καὶ τῶν Μανιχαίων ἔσται τὰ ἐν προφήταις ψευδῆ. εἰ δὲ οὐ ψεύδονται οἱ προφῆται, ἀλλ’ ἀληθεύουσι, κατὰ τὸν τοῦ σωτῆρος λόγον ὅτι ὁ λαλῶν ἐν προφήταις, ἰδοὺ πάρειμι«, νοήσεώς ἐστι τὸ πρᾶγμα καὶ ἀλληγορίας χρεία.

καὶ γὰρ οὕτω πολλάκις τοῦτο πληροῦται· ὁρῶμεν τὴν θάλασσαν ἐκ μέρους τινὸς <ἐξ> ὄρους ἢ πεδιάδος καὶ ἀληθεύομεν ἐν τῷ <λέγειν> κἂν δέ τις εἴπῃ ὄτι οὐχ ἑώρακεν, οὐ ψεύδεται, ἀλλ' ἀληθεύει. οὐκ οἶδε γὰρ ποῦ τὸ βάθος ποῦ τὸ μῆκος, οὐκ οἶδε τὸν ὄγκον οὐκ οἶδε τὸ κύτος.

καὶ ἀπὸ ὀπῆς τινος θεωροῦμεν οὐρανόν, τὴν δὲ ἐπέκτασιν οὐκ ἐπιστάμεθα.κa̓̀ν εἴπῃ τις εῖδον, εἶδεν· κἂν ἄλλος εἴπῃ οὐκ εῖδον, οὐκ εῑδεν. εἴδομεν γὰρ ἀληθῶς ὡς χωροῦμεν. οὐκ εἴδομεν δὲ καθό ἐστιν.

οὕτω καὶ οἱ προφῆται ὡς δἰ ὀπῆς <διὰ> τοῦ στενωποῦ τοῦ ἰδίου σώματος κατηξιώθησαν ἰδεῖν καὶ <ἐν>

εἶδον, <ἀλλ᾿> οὐχ ὡς ἔχει τὸ ἄπειρον τῆς θεωρίας. καὶ οὕτω πεπλήρωνται συνᾴδουσαι πρὸς ἀλλήλας αἱ θεῖαι γραφαί, τό τε τοὺς προφήτας λέγειν ἑωρακέναι εἶδον γὰρ ἐν ἀληθείᾳ) καὶ τὸ τὸν σωτῆρα λέγειν θεὸν οὐδεὶς πώποτε τεθέαται«· οὐκ εἶδον δὲ καθό ἐστιν). ἀλλὰ καὶ] αὐτὸς εἶδεν ἀοράτως τὴν φύσιν, δέδωκε δὲ τῷ [*](1 — 8. 63, 2 vgl. Panarion h. 70, –8 — 2 Jes. 6, 1. 5 — 3 Gen. 12, 7 — Dan. 7, 9 — f vgl. Ezech. 1, 26f — 7 Job. 1, 18 — 10 zu Μανιχαίων vgl. Panarion h. 66, –85 — 12 Agraphon, vgl. Resch Agrapha 2 S. 207 — 21 vgl. Plato Respubl. Vn 1 — 26 I Job. 4, 12 L J) [*](1 γὰρ < J 3 οἶδεν J 4 καὶ τὰ τοιαῦτα wohl hinter εἰδος θεοῦ Ζ. zu setzen * 6 καταψευδόμενοι *] καταψεύδεσθαι LJ | δῆθεν *] μηδὲν LJ 7 πόποτε J 7 f καί φασιν — ἑώρακεν < J 12 τοῦ < J 15 <ἐξ> <λέγειν> * 16 εἴποι J 18 θεωροῦμεν] ὁρῶμεν J | οὐρανόν] ἄνθρωπον 19 εἴποι (im ersten Fall) J | κἂν 2] ἂν J 20 εἴδωμεν 1 J | ὡς] εἰ L 21 003E; * 22 <ἐν> ἀληθεία, <ἐν> * nach Ζ. 25] ἀλήθειαν J 23 <ἀλλ᾿ > * 26 πόποτε J τεθέαται] ἑώρακεν J 27 καὶ] *)

63
μὴ δυναμένῳ ὁρᾶν δύναμιν χαρίσματος εἰς τὸ ἰδεῖν τὴν δύναμιν τῆς εωρίας.