Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

καὶ οἱ ληροῦντες ἐνταῦθα μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης θεοῦ εἶναι τὸν υἱόν φασι. καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου· ἐν ἄλλῳ γὰρ τόπῳ φησὶν ὁ ἀπόστολος ὅτι »θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ«.

ἀληθῶς γὰρ υἱὸς ἀγαπητὸς ὁ μονογενής, ἐπειδὴ ἀγάπη ὁ πατήρ, ἀγάπη ὁ υἱός, ἐπειδὴ ἀγάπη ἐξ ἀγάπης ἐστίν. υἱὸς οὐν ἐστιν ἀγάπης δι᾿ ἡμᾶς καὶ δι᾿ ἑαυτόν, ὅτι ἐν αὐτῷ ἠγάπησεν ἡμᾶς καὶ τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ παρέδωκεν ὑπὲρ ἡμῶν. οὔτε οὐν κάμνει ἐργαζόμενος οὔτε πάσχει γεννῶν.

καὶ μὴ μάτην ἐπισωρεύ- ωσιν ἑαυτοῖς βλασφημίας. εἰ γὰρ κτιστός ἐστιν ὁ υἱός, οὐ προσκυνητὸς κατὰ τὸν ἐκείνων λόγον. μωρὸν γάρ ἐστι κτίσιν προσκυνεῖν καὶ ἀθετεῖν τὴν πρώτην ἐντολὴν τὴν λέγουσαν »ἄκουε Ἰσραήλ, κύριος ὁ θεός σου κύριος εἷς ἐστιν«.

οὐ κτιστὸς τοίνυν ὁ ἅγιος Λόγος, ὅτι προσκυνητός. προσεκύνησαν αὐτῷ οἱ μαθηταί, προσκυνοῦσιν αὐτῷ οἱ ἄγγελοι ἐν οὐρανῷ· <φησὶ γὰρ> »καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι θεοῦ« καί »προσκυνήσω σε, κύριε ἡ ἰσχύς μου«.

ἓν δὲ πρᾶγμά ἐστι ῥητὸν καὶ σύντομον καὶ ἀναντίθετον, ᾧ τις ἀντειπεῖν οὐ δύναται· εἰ ἔχουσι μαρτυρίαν οἱ ἐχθραίνοντες τῷ υἱῷ τοῦ θεοῦ δεῖξαι, [*](4—6 Psal. 46, 4f — —14 Kol. 1, 13 — 17 vgl. II Kor. 5, 19 I Joh. 4, 11 — 20f vgl. Job. 3, 16 — 25 Deut. 6, 4 — 26 ff vgl. Panarion h. 69, 31, 4 — 28 Psal. 96, 7 — 29 vgl. Psal. 17, 1 L J) [*](1 ἴφη *] ἐφ᾿ ἣν L J | ηὐδόκησεν J 5 3> 8 ἐκλελεγμένης λεγμένης J | * ἐν δὲ τῷ εἰπεῖν· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδό > * | σαρκὸς + τῆς L 14 οἱ < L | ληροῦντες *] νοοῦντες L J 15 τὸν υἱὸν] γενόμενον υἱὸν? * 16 οἱ < J 3 28 <φησὶ γάρ> * 29 *] προσκυνησάτω L J)

60
ποῦ εἶπεν ὁ πατὴρ ὅτι ἔκτισά μοι υἱὸν ἐν παλαιᾷ καὶ ἐν καινῇ διαθήκῃ ἢ ποῦ εῑπεν ὁ υἱὸς ὅτι ἔκτισέ με ὁ πατήρ. τέσσαρα εἰσὶν εὐαγγέλια κεφαλαίων χιλίων ἑκατὸν ἑξήκοντα δύο καὶ ἀπ’ ἀρχῆς ἕως τέλους ἐλάλησεν ὁ υἱὸν καὶ πρὸς αὐτὸν ὁ πατὴρ καὶ οὐδαμοῦ εἶπεν· ἔκτισέ με ὁ πατήρ μου, οὐδὲ ὁ πατήρ· ἔκτισά μοι υἱὸν ἢ ἔκτσα τὸν υἱόν μου.