Ancoratus
Epiphanius
Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.
νομίζουσι γὰρ οἱ ληρώδεις ἐν τῷ εἰπεῖν‘ ἐξελεξάμην‘ κατὰ χάριν αὐτὸν υἱὸν καλεῖσθαι καὶ οὐ κατὰ φύσιν. δειξάτωσαν τίς αὐτῷ ὅμοιος, ἵνα τοὺς πάντας δοκιμάσας ἐκεῖνον ἐκλέξηται.
εἰ γὰρ υἱός ἐστι μονογενής, οὐκ ἔστι τις ἴσος αὐτοῦ οὔτε ἀντιπαράθετος, ὅμοιος ὢν τῷ υἱῷ ἐν υἱοῖς θεοῦ«. τούτους γὰρ οἶδε κατὰ χάριν, ἐκείνῳ δὲ μὴ δυνάμενόν τινα ἐξισοῦσθαι τῷ εἶναι αὐτὸν φυσικῶς υἱόν.
φανερὸν γὰρ πόθεν ἐκλελοχισμένος καὶ πόθεν ἐκλογή· ὅτι πολλαὶ μυριάδες ἐπὶ τῆς γῆς ἦσαν καὶ Μαρία μόνη »εὑρε χάριν‘ καὶ [*](6 Job. 14,2 — 8 ff vgl. Panarion h. 69, 36,6 — 15 Jes. 55, Sf — 16 I Sam. 15, 29 — 19 Matth. 3, 17 — 20 vgl. Jes. 42, 1; 44, 1 (Mark. 1, 11) — 22 Hohel. .5, 10 — 27 Psal. 88, 7 — 30 Luk. 1, 30 L J) [*](2 <τὰ> Ι <τῷ> * 4 πεμπομένους J | <αἱ> 4 f γενηθεῖσαι ἰδιαζόντως + καὶ L 7 f ἀριθμουμένου Pet.] ἀριθμουμένους L J 8 οὐδὲ] εἰ δὲ L 10 ἐμπαθῆ L 12 εὕραμεν J | διὰ τι] διότι L 13 υἱοῦ] θεοῦ J 15 τοῦ θεοῦ σαφῶς J 20 ηὐδόκησα J | <δὲ> * | σὺ *] εἶ L J 22 ἐκλελοχημένος ἐκλελογισμένος J 27 υἱῷ] κυρίῳ? * 29 ἐκλελοχησμένον L ἐκλελογισμένον J)
διὰ τοῦτο ἔφη εὐδόκησα, ὡς καὶ Δαυὶδ λέγει ἐκ προσώπου τῶν ἀποστόλων τῶν εἰς τὸν κύριον πεπιστευκότων καὶ μετὰ χαρᾶς τοῖς ἔθνεσι τὴν αὐτοῦ χάριν ὑποδεικνυόντων, ὅτι »ὑπέταξε λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν > τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησε«, τουτέστι τὸ ἀκραιφνὲς τῆς καλλονῆς αὐτοῦ,
ὅλου τοῦ Ἰακὼβ τὴν καλλονήν, τὴν σάρκα τὴν ἀπὸ Μαρίας διὰ πνεύματος ἁγίου ἐκλελεγμένην. * τὸ γενόμενον τῆς οἰκονομίας τῆς σαρκὸς πρὸς Ἰωάννην τὸν βαπτιστὴν ἔδειξεν ἄνωθεν ὁ πατήρ. εὐδόκησε γὰρ ὁ πατὴρ ἐν τῇ ἐνσάρκῳ τοῦ Χριστοῦ παρουσίᾳ, ἡ δὲ θεότης ἀπείρως εχει της φυσεως.
50. Λέγει δὲ αὐτὸν ὁ ἀπόστολος καὶ »υἱὸν ἀγάπης«, »ὃς ἐρρύσατο ἡμᾶς‘ φησίν »ἐκ τῆς ἐξουσίας τοῦ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ«.
καὶ οἱ ληροῦντες ἐνταῦθα μὴ νοοῦντες τὴν λέξιν, κατὰ προκοπὴν ἀγάπης θεοῦ εἶναι τὸν υἱόν φασι. καὶ οὐκ ἴσασιν οἱ ἀμαθεῖς τὴν ἀντιπαράθεσιν τοῦ λόγου· ἐν ἄλλῳ γὰρ τόπῳ φησὶν ὁ ἀπόστολος ὅτι »θεὸς ἠγάπησεν ἡμᾶς ἐν Χριστῷ«.