Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

48. Μωρὸν γὰρ τὸ παρὰ τοῖς Μανιχαίοις εἰρημένον ὅτι ἐν † rm νοὶ· τοῦ Μάνη αἱ ψυχαὶ ἀπὸ τοῦ στύλου τοῦ φωτὸς γενόμεναι ἕν σῶμά εἰσι καὶ λυόμεναι ἀπὸ τῶν σωμάτων αὖθις ἀναπλάττονται τῇ μιᾷ οὐσίᾳ, ὡς εἰς τὸν ἕνα στῦλον <συνγόμεναι> κατὰ τὸ αὐτῶν τοῦ πλάσματος.

ἀλλ' οὐχ οὕτως ἔδειξε τὸ εὐαγγέλιον, ἀλλ’ ἔκλασεν ἀπὸ πέντε ἄρτων καὶ ἐχόρτασε πεντακισχιλίους καὶ οὐκ ἀφῆκεν αὐτῶν τὰ περισσεύματα, ἀλλά »συναγάγετε« φησί »καὶ μηθδὲν ἀπολίπητε τῶν κλασμάτων«, καὶ συνήγαγον δώδεκα κοφίνους·

καὶ εἰς τὰς μὲν θήκας ὁμοῦ συνήγαγον, τὰ δὲ κλάσματα αὖθις οὐκ εἰς συνά- φειαν ἄρτων ὡς ἦσαν ἐποίησε. συνήγαγον μὲν τὸ πλῆθος, ἀλλ’ εἰς πολλὰ κλάσματα, εἰς μίαν δὲ συναγωγὴν ἔδειξε κοφίνων.

καὶ οὐ καθ' ὑπόθεσιν θεωρίας ἡμεῖς τοῦτο ἠλληγορήσαμεν καὶ τὸ προειρη- [*](17–21 vgl. Acta Archelai 8, 4 ff; S. 12, 7 ff Beeson = Epiph. Panarion h. 66, 26, 4; vgl. auch h. 66, 22, 4 — –24 vgl. Joh. 6, 9 ff — 23 Joh. 6, 12 L J) [*](1 ὑελλίνω 3 2 ἵστανται + καὶ 5 τέμνεται 6 φησίν L 11 ἐν+τῇ L 12 ὁ πρῶτος < L 13 ἐκ < L | μερῶν? * | εἶναι < L 1 δὲ] δὴ *, vgl. S. 26, 14 17 f † τῷ νοῒ νοὶ ist jedenfalls öglich, da Epipha- nius immer νῷ sagt; lies vielleicht τῷ ἀέρι nach Act. Arch. 8, 7; S. 13, llf Beeson παραμένουσιν ἐν τῷ στύλῳ τῆς δόξης, ὃς καλεῖται ἀὴρ ὁ τέλειος. ὁ δὲ ἀὴρ οὑτος στῦλός ἐστι φωτός, ἐπεδὴ γέμει ψυχῶν τῶν καθαριζομένων u. Act. Arch. 10, 8 S. 17, 9 ff Beeson ὁ κινῶν τὴν χεῖρα βλάπτει τὸν ἀέρα, ἐπειδὴ ὁ ἀὴρ ψυχή ἐστι τῶν ἀνθρώπων * 18 μανὶ LJ 19 ἐστι J 20 <συναγόμεναι> * 21 οὕτω 21 καὶ οὐ <L)

58
μένον τοῦ ἡλίου ὑπόδειγμα. οὐ γὰρ τοὺς ἄρτους ψυχὰς λέγομεν οὔτε <τὰ> κλάσματα, μὴ γένοιτο, οὔτε τὸν θεὸν ἐξισοῦμεν τῷ ἡλίῳ <τῷ> αὐτοῦ ἐκτισμένῳ οὔτε τὸν μονογενῆ αἴγλῃ τῇ ὑπὸ τοῦ ἡλίου εἰς τὸ στυπεῖον πεμπομένῃ.

κατὰ δὲ τὸ ὅμοιον καὶ > ψυχαὶ <αἱ> γεννηῃθεῖσαι οὐ συνάπτονται εἰς μίαν συναλοιφήν, μὴ γένοιτο, ἀλλ’ εἰς τὰς τοῦ θεοῦ μονὰς τὰς γεγραμμένας ὅτι πολλαὶ μοναὶ παρὰ τῷ πατρί«· οὐκ εἰς ἴνα δὲ βουνὸν γινόμεναι, ἀλλ᾿ ἑκάστου ἰδιαζόντως ἀριθμουμένου.