Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

45. Ἀλλὰ καὶ πάλιν ἀμαθάνοντές φασιν· ὁρᾷς ὅτι »οὐχ ἀρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ«. καὶ οὐδὲ τὴν κλῆσιν οἴδασιν οἱ φιλόνεικοι. οὐ γὰρ εἶπεν· οὐκ ἠθέλησε γενέσθαι ἴσος θεῷ δι' ἀρπαγμοῦ, ἀλλ »οὐχ ἁρπαγμὸν ἠγήσατο τὸ εἶναι ἴσα θεῷ«, τὸ θεὸς εἶναι φύσει, ὅτι ἠν.

εἰ μὴ γὰρ ἠν, πῶς μορφὴν δούλου ἔλαβε; καὶ <γὰρ τὸ πρόσφατον ἐσήμαινε καὶ ἐκ τούτου τὴν ὑπερβολὴν * θαυμάζων ἐδείκνυε, ὅτι καίπερ ὢν ἴσος θεῷ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών, οὐχ ἴνα τὸ ἐλεύθερον δουλώσῃ, ἀλλ’ <ἵνα> ἐν ἧ μορφῇ ἕλαβε ὑπακούοντας δούλους ἐλευθερώσῃ.

ὡς καὶ μαρτυροῦσιν Ἰουδαῖοι ὅτι οὐκ ᾐδεῖτο λέγειν <ἑαυτὸν> ἴσον θεῷ οὐδὲ ἐδίσταζεν, ἀλλὰ ἀπὸ * θαρραλεώτερον * οὕτω δεικνύειν ἐν τῷ λέγειν »ἐὰν μὴ εἴπω, ἔσομαι καθ' ὑμᾶς ψεύστης«· καὶ διὰ τοῦτό φασι πρὸς αὐτόν »δι ἀγαθὸν ἔργον οὐκ ἀποκτένομέν σε, ἀλλ' ὅτι ἄνθρωπος ὢν σεαυτὸν ποιεῖς ἴσον θεῷ«.

ἀλλά φασιν· ὀφείλομεν τὰ τροπικὰ > αὐτοῦ ὁμολογεῖν. καὶ πολλὰ τροπικὰ περὶ αὐτοῦ εἴρηκεν ἡ γραφὴ καὶ οὐ δεῖ ἀρνεῖσθαι τὰ εἰς αὐτὸν αἰνιγματωδῶς εἰρημένα, ὅτι καὶ θύρα κέκληται καὶ λίθος εἴρηται καὶ στῦλος καὶ νεφέλη καὶ λέων καὶ πρόβατον καὶ λύχνος καὶ λαμπὰς καὶ ἥλιος καὶ ἄγγελος καὶ σκώληξ καὶ πέτρα καὶ ἀκρογωνιαῖος καὶ ὁδὸς καὶ ταῦρος καὶ μόσχος καὶ τἀ τοιαῦτα.

δηλονότι καὶ ἡμεῖς οὐκ ἀρνούμεθα τὰ τὰ αὐτὸν αἰνιγματωδῶς πεπληρωμένα. οἴδαμεν δὲ δι’ ἣν αἰτίαν ταῦτα γέγραπται· ὁδὸς ὅτι [*](1 Phil. 2, 6 f — 20 Job. 8, 55 — –23 Job. 10, 33 — 23 ff vgl. Panarion h. 69, 34, 5 ff L J) [*](5 γνήσιος + > ? ül. 10 ἀμαθῶς J | φησίν L 13 θεὸς * ] θεοῦ J δὲ L 14 γὰρ τῷ λαβὼν> * 15 τὴν ὑπερβολὴν] εἶναι ὑπερβολὴ L * τῆ φιλανθρωπίας> * Ι ἐδείκνυε ὅτι *] ἐδείκνυτο 17 <ἵνα> * < J 19 > ἴσον *] ἴσος L J 20 * etwa πρώτου λόγου> * | * <ἔτι ἐφέρετοἑαυτὸν> * 23 φησίν L | vor ὀφείλομεν + εἰ J; lies ναί? * | <περὶ> * 24 περὶ αὐτοῦ < J 28)

56
δι' αὐτοῦ βαδίζομεν πρὸς τὴν βασιλείαν, πρὸς αὐτὸν καὶ τὸν πατέρα· θύρα δὲ ὅτι δι’ αὐτοῦ εἰσερχόμεθα· στῦλος ὅτι αὐτός ἐστιν ἐδραίωμα τῆς ἡμετέρας πίστεως· πέτρα διὰ τὸ ἀμετακίνητον· λίθος <διὰ> τεθεμελιωμένον· ἤλιος δικαιοσύνης ὅτι καταυγάσας τὰς ἡμετέρας σκοτισθείσας διανοίας.