Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

πῶς οὖν τὸ γεννώμενον θεμελιοῦται; πῶς δὲ τὸ κτιζόμενον γεννᾶται; εἰ γὰρ κτιστόν, οὐ γεννητὸν ὄντως.

ἡμεῖς γὰρ ἃ γεννῶμεν οὐ κτίζομεν καὶ ἃ κτίζομεν οὐ γεννῶμεν· ἐσμὲν γὰρ κτιστοὶ καὶ τὰ ὑφ' ἡμῶν γεννώμενα κτιστά. ἐν θεῷ δὲ τῷ άκτίστῳ τὸ γέννημα οὐ κτιστόν.

εἰ γὰρ ἐγέννησεν, οὐκ ἔκτισεν· εἰ δὲ μετὰ τὸ κτίσαι πάλιν γεγέννηκε, πῶς ἄρα τὸ πρῶτον κατισθὲν ὕστερον γεννᾶται;

εἰ τοίνυν περὶ αὐτοῦ ἐστι τὰ λεγόμενα, εἰς τὴν ἔνσαρκον οἰκονομίαν πληροῦται. καὶ διὰ [*](3 I Kor. 1, 21 — 3f Ι Kor. 1, 20 — 4 I Kor. 2, 5 — 6 Weisli. Sal. S, 2 — 7 Hiob 28, 12. 20 — 8 Pred. 9, 16 — 9 Weish. Sal. 7, 15 — vgl. Prov. 29, 3 IKor. 1, 30 — 13 I Tim. 1, 17 — 15 I ön. 4, 25 — Exod. 31, 3 — 16 Prov. 10, 14 — 21 f Prov. 8, 22 L J) [*](2 γοῦν? * 5 ἀλλ’ ἐν] καὶ J 6 ἠράσθη J | νύμφη J 7 φησιν] φρόνησιν L 9 διορθοτὴς J 11 σοφία + <οὐχ ὁ> ? * | ὁ (vor υἱὸς) < J 12 ἐκείνου 14 * etwa γνωστὰ τὰ αὐτοῦ αὐτοῦ ἀέ > * 18 περὶ αὐτῶν L 20 βεβιασμένος J | ὁρῶ + αὐτὰ J 22 δὲ < L | γεννᾷ με] γεννῶμαι L 24 *] τοῦ ὄντος L J 28 περὶ αὐτοῦ] περὶ τοῦ υἱοῦ? *)

54
τοῦτο τὰ ἐγγύτερα πρῶτον λέγει καὶ τὰ ἀρχαιότερα υστερον διηγεῖται.

τεῖσαι γὰρ ἀνθρώπους τοὺς ἐγγυτάτω βουλόμενος ἀπὸ σαρκὸς ἄρχεται ἀρχὴ γὰρ οδῶν τῆς δικαιοσύνης τοῦ εὐαγγελίου ὅτι σὰρξ ἡμῖν ὁ Λόγος ἐν Μαρίᾳ ἐγένετο ψυχή τε ἐν τῇ αὐτῆς σαρκὶ τεθεμελίωται), ἵνα τὰ ἀνώτερα ὕστερα δείξῃ.

λέγομεν δὲ ἐκ κόλπων πατρῴων ἀπὸ τῶν οὐρανῶν γενέσθαι ἐπὶ τὴν γῆν, ἐπεὶ ἠλθεν ἡμῖν ὕστερον τὴν πᾶσαν οἰκονομίαν τελέσας. οὐκ ἄρα τοίνυν κτιστὸς ὁ Λόγος μὴ γένοιτο) καὶ οὐδὲν ἡμῖν σκολιὸν ἐνεγέννησεν ἡ θεία γραφὴ εἰς οὐδὲν το παραπαν.