Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

ἀλλὰ προκαλεῖται διὰ τοῦ τοιούτου προσώπου τὸν ἀντίδικον, ἵνα ἐκείνου ὑπολαβόντος δεδιέναι τὸν σωτῆρα τὸν θάνατον ἐπαγάγῃ αὐτῷ τὸν θάνατον εἰς σωτηρίαν τοῖς θνῄσκουσι διὰ τῆς οἰκονομίας.

ἀλλὰ κἂν ἀκούσῃς ὅτι τέθνηκεν ὁ κύριος, γνῶθι τὸ πάθος τοῦ θανάτου ποῦ πεπλήρωται. ἐρμηνεύει γάρ σοι ὁ κορυφαιότατος τῶν ἀποστόλων Πέτρος τὴν περὶ τοῦ θανατου αὐτοῦ ὑπόθεσιν λέγων θανατωθεὶς σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι«. ἡ γὰρ αὐτοῦ θεότης ἀναδεξαμένη τὸ ἐν σαρκὶ παθεῖν ἀπαθής ἐστι καὶ ἀπαθὴς ἦν καὶ ἀπαθὴς διέμεινε, μὴ τραπείσης τῆς ἀπαθείας μηδὲ ἀλλοιωθείσης τῆς ἀιδιότητος.

35. Πάλιν τε ἐὰν εἴπωσιν οἱ κενόδοξοι· οὐκ ἀπὸ τῶν τοιούτων ῥημάτων δύνασαι ἡμᾶς πεῖσαι τὸν Χριστὸν ψυχὴν ἐσχηκέναι. εὑρήκαμεν γὰρ ἄνω ἐν ταῖς θείαις γραφαῖς, ὥς φησιν Ἠσαΐας ἀπὸ προσώπου [*](7–11 vgl. Matth. 16, –23 — 12 f Matth. 26, 39 Mark. 14, 36 Luk. 22, 42 — 21 1 Petr. 3, 18 — – S. 46, 21 vgl. Panarion li. 69, 50f L J arm. (bis Ζ. 18)) [*](1 ἀφανήσει J 2 διδοῦντος L διδότος J 3 ὁ ἐχθρὸς] Jener arm. 3 f κατεπιθῆται—τοῦ βασιλέως] verynidend, ß der ße önig ans Furcht sich sich Flucht gewandt habe arm. 3 κατεπόθηται J 4 διώξῃ*] διώξει L J 5 δέξηται *] δέξεται L J 7 εἰς τὸ πάθος? * 11 f ὁ οὖν — αὐτὸ ἥκων < arm. 13 f τοῦ — θανάτου] τοι· der Stunde des Todes arm. 16 προσώπου] τρόπου J arm. 17 τὸν (vor θάνατον 2) < J 17 f εἰς σωτηρίαν — οἰκονομίας] ß aus Tode Erlösung werde u. Unsterblichkeit arm. 22 τὸ ἐν] τοῦτον L 24 ἀχρειωθείσης L 27 γὰρ <L)

45
τοῦ θεοῦ καὶ πατρὸς περὶ τοῦ μονογενοῦς »οὑτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός. εἰς ὃν ἐγὼ εὐδόκησα, ὃν ἠγάπησεν ἡ ψυχή μου«.

τί νοήσομεν περὶ πατρός, ψυχὴν εἰληφέναι ἐν ἑαυτῷ ἢ ψυχὴν ἔχειν: τίς δὲ ληρῶν τοῦτο νοήσει περὶ τοῦ πατρός; τί οὐν φασι; τροπικώτερον εἰρῆσθαι τὸ ῥῆμα δηλονότι.

εἰ τοίνυν περὶ πατρὸς τροπικώτερον εἰρῆσθαι λέγουσιν, ἄρα καὶ περὶ υἱοῦ τὸ αὐτὸ λαμβάνειν χρή. κἄν τε γὰρ εἴπῃ ὄτι ἡ ψυχή μου τετάρακται« καί <ἐξουσίαν ἔχω> τὴν ψυχήν μου δοῦναι καὶ λαβεῖν αὐτήν‘, οὐκ εἶχε, φασί, ψυχήν, ἀλλὰ τροπικώτερον εἴρηται.

καὶ δοκεῖ τὸ συλλογιστικὸν αὐτῶν φρόνημα λέγειν τι, * τῆς ἀληθείας αὐτοσυστάτου ουσης ἐκ πολλῶν τεκμηρίων. ἀπὸ γὰρ τοῦ εἴδους λαμβάνεται ἔκαστος τρόπος. ἐπὶ μὲν γὰρ τῷ πατρὶ οὐ τολμητέον ἐστίν, διότι οὐδὲ σάρκα ἐφόρεσεν. ὁμολογουμένης δὲ τῆς σαρκὸς παρὰ τοῖς Λουκινανισταῖς εἴτουν Ἀρειανοῖς, οὐχ ἔνι ἀμφιβολία.

ἀλλά, φησίν· »ὁ Λόγος σὰρξ ἐγένετο«, καὶ οὐκ εἶπεν »ὁ Λόγος σὰρξ καὶ ψυχὴ ἐγένετο«. πρὸς δὲ τὴν αὐτῶν ἀμαθῆ οὖσαν ἀντιλογίαν κἀγὼ λέγω ὅτι »ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς«, ἀπὸ δὲ τοῦ ἐπλασε τὰ πάντα συμπεριείληφε καὶ ἀπὸ τοῦ »ὁ Λόγος σὰρξ ἐγένετο« τὰ πάντα περιέχει.