Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

28. Βλέπεις τοίνυν ὅτι σφάλλει αὐτοὺς ἡ τῆς ἐνσάρκου παρουσίας οἰκονομία. ἀναλάβωσι γὰρ ἐξ ὑπαρχῆς καὶ ἐρωτήσωσι χρόνους ἢ καιρούς· αἱ γὰρ διέξοδοι αὐτοῦ‘ φησίν »ἀφ’ ἡμερῶν αἰῶνος«. ἴδωμεν τοίνυν τὰ πρὸ τούτων. φησὶν ὁ πατήρ »ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ’ ὀμοίωσιν«, καὶ οὐκ εἶπε, ποιήσω ἄνθρωπον κατ’ εἰκόνα ἐμήν.

ἐλέγχθητι ὁ ἔχων πεπωρωμένην τὴν καρδίαν κατὰ τὸ γεγραμμένον »ἀλλ’ ἐπωρώθη ἡ λαρδία αὐτῶν‘ καὶ μάθε [*](5f Mm. 9, 32 — 7 f IJoh. 4, 2 — 1) Luk. 5, 21 — 10 Joh. 9, 16 — — S. 39, 27 vgl. Panarion h. 69, 55 — 23 Joh. 20, 17 — 28 Mich. 5, 2 — 29 Gen. 1, 26 — 32 Mark. 6, 52 L J) [*](3 > * Ι τῶν ὁδῶν L 8 θεοσημίας L 12 αὐτόν 1] αὐτοί L 13 > * Ι βαίη L 14 f σωτηρίαν <σαρκὸς> ül.] σωτήριον J σωτηρίας L 16 ἔσφαλε 17 ἐσφάλοντο J 22 <εἰρημένα> * 27 ἀναλάβωσι Ausgg.] ἀναλάβουσι LJ ἐρωτήσωσι Ausgg.] ἐρωτήσουσι L J)

37
τὸν υἱὸν ὄντα ἀεὶ πρὸς τὸν πατέρα· τὸ τὰρ djielv ποιήσωμεν οὐχ ἑνός ἐστι σημαντικόν, ἀλλὰ πατρὸς λέγοντος πρὸς τὸν υἱόν.

ἐλέγχθητι καὶ ὁ λέγων τὸν υἱὸν ἀνόμοιον τῷ πατρί· ἐν τῷ τὰρ εἰπεῖν αὐτὸν κατ' εἰκόνα ἡμετέραν οὐ διέκρινεν ὁμοίωσιν υἱοῦ ἀπὸ πατρὸς οὐδὲ διεῖλέ τι τῆς ταυτότητος τοῦ πατρὸς πρὸς τὸν υἱόν. οὐ γὰρ εἶπε κατ' εἰκόνα ἐμὴν ἢ κατ' εἰκόνα σήν, άλλὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος πνεύματος μίαν οὐσίαν ἐδήλωσε καὶ θεότητα. φησὶ γάρ »κατ' εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘ , ὡς εἶναι μὲν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὴν θεότητα, ἄνθρωπον δὲ γεγονέναι κατ' εἰκόνα τῆς μιᾶς θεότητος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

ἐλέγχθητι καὶ σύ, Ἄρειε, καὶ ἄκουε τὸν πατέρα λέγοντα τῷ υἱῷ ποιήσωμεν‘ συνδημιουργὸν καλοῦντα τὸν υἱόν. πολλάκις γὰρ ἀκήκοά τινας λέγοντας, ὅτι ὁ υἱὸς ἐποίησεν οὐδέν, ἀλλὰ »δι' αὐτοῦ ἐγένετο« τὰ γενόμενα. εἰ δι' αὐτοῦ δὲ γέγονε, καὶ αὐτὸς ἐποίησεν, ὡς σαφῶς ἀποδέδεικται.

ὁ γὰρ ἀρχιτέχνης Λόγος πάντων ἐστὶ ποιητὴς καὶ δι' αὐτοῦ πατὴρ ἐργάζεται. ἀκουέτωσαν γὰρ αὐτοῦ σαφῶς λέγοντος »ὁ πατήρ μου ἐργάζεται ἕως ἄρτι, κἀγὼ ἐργάζομαι«· καὶ > ὡδε τὸν πατέρα ἑαυτοῦ συνδημιουργὸν καλεῖ ἐν τῷ λέγειν τοῦτο.

ἀλλὰ πάλιν μή σε ἀπατάτω ἡ διάνοια καὶ προσέλθῃς τῷ υἱῷ ὡς δούλῳ καὶ μὴ ὡς ἀληθινῷ δεσπότῃ. εἰ γὰρ δοῦλος ἦν καὶ οὐκ ἀληθινὸς δεσπόντης, πῶς μορφὴν δούλου ἀνέλαβεν ἐλθὼν ὁ ἐν μορφῇ θεοῦ ὑπάρχων: πῶς δὲ ἐκένου ἑαυτόν, εἰ μὴ εἶχε τὸ τέλειον; ὡς θεῷ οὐν τελείῳ πρόσελθε τῷ υἱῶ καὶ <ὡς> υἱῷ ὄντι παρὰ πατρός.