Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

24. Διελόντες δὲ τὰ ποιήματα ἀπὸ τοῦ ποιήσαντος καὶ τὰ κτιστὰ ἀπὸ τοῦ κτίσαντός φασιν »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον‘. πάντα εἶπον καὶ οὐδὲν κατέλιπον.

ἵνα δὲ τὸ πνεῦμα τὸ ἄλγιον χαρακτηρίσῃ τὴν τελείαν γνῶσιν εἰς τὸ εἰδέναι, ποῖον τὸ θεῖον ποῖα δὲ τὰ ὑπὸ τοῦ θεοῦ γενόμενα, ἕνα μὴ συμμείξωμεν τῷ ἀιδίῳ τὰ ἐξ οὐχ ὄντων γενόμενα. ἵνα μὴ ἀπολέσωμεν ἑαυτῶν τὴν διάνοιαν, ἀριθμῷ μὲν τὰ πάντα συνήγαγεν.

ἀπεκάλυπτε γὰρ αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον ὡς καταξιωθῶσιν ἄμα ἀγγέλοις εἶναι γενομένοις [*](12 Psal. 106, 22 — 13 Psal. 49, 23 — 15 Dan. 3, 38 — 18 Luk. 18, 14 — 27 Dan. 3, 57 L J 2 δὲ 2 < J 3 τὸν 2 < J 4 καὶ (vor οὐκ ἔκλιναν) < J 13 ἤδη + γὰρ 14 θυσίας *] θυσίαν L J 16 f περιλειφθέντων J 20 < * Ι αὐτῶν *] J αὐτῆς L 22 καὶ (vor ἑαυτοὺς) < L Ι δοκιμάσαντας 3 28 καὶ < J 33 < *)

33
ἀγγελων, τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐν τῇ γῇ καὶ τὰ ὑποκάτω τῆς γῆς καὶ λοιπὸν οὐκ ἠγνόουν.

καί φασιν οἱ αὐτοὶ αὐτοὶ ἅγιοι ὡς προείπον· εῖπον· »εὐλογεῖτε πάντα τὰ ἔργα κυρίου τὸν κύριον‘ καὶ ἄρχονται ἀριθμεῖν τε καὶ διαιρεῖν ποῖα τὰ ἔργα ποῖα τὰ ποιήσαντα, ποῖα τὰ ἐργαζόμενα ποῖα δὲ τὰ ἐργασθέντα·

καὶ ἀριθμοῦσιν οὐρανὸν γῆν ὕδατα ἐπάνω τοῦ οὐρανοῦ καὶ ἀγγέλους κτιστοὶ γὰρ οἱ ἄγγελοι) καὶ θρόνους καὶ δυνάμεις κτιστὰ γὰρ ταῦτα), ἥλιον σελήνην ποιητὰ γὰρ καὶ οὐκ ἄκτιστα), νέφη καὶ νιφετούς, ἀνέμους χιόνας ἀστραπὰς βροντὰς γῆν θάλασσαν πηγὰς ἀβύσσους ποταμοὺς πᾶσαν ἁνθρωπότητα ὄρη πετεινὰ οὐρανοῦ, κτήνη καὶ ζῷα, ψυχὰς ὁσίων πνεύ- ματα δικαίων, Ἀνανίαν Ἀζανίαν Μισαήλ, ἱερεῖς καὶ δούλους θεοῦ.

πάντα γὰρ ταῦτα ποιητὰ ἐστι καὶ κτιστά, ὑπὸ θεοῦ γεγονότα διὰ τοῦ Λόγου καὶ τοῦ ἁγίου πνεύματος· »τῷ λόγῳ γὰρ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ αὐτοῦ ἡ δύναμις αὐτῶν‘.

ὅρα δὲ, ἀγαπητὲ ἀδελφέ, πῶς τὰ πάντα ἠρίθμησαν πνεύματι ἁγίῳ φερόμενοι καὶ οὐκ ἠρίθμησαν υἱὸν ἐν τοῖς ποιήμασιν, ἀλλ οὔτε ἄλγιον πνεῦμα, ἀλλ’ ἔγνωσαν τὴν αὐτὴν θεότητα εἶναι ἐν τριάδι καὶ τὴν αὐτὴν τριάδα εἶναι ἐν μιᾷ θεότητι. καὶ ἐδόκασαν πατέρα ἐν υἱῷ καὶ υἱὸν ἐν πατρὶ σὺν ἁγίῳ πνεύματι, μίαν ἁγιστείαν μίαν λατρείαν μίαν θεότητα μίαν δοξολογίαν.