Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

πῶς <οὐν> τολμᾶς διανοεῖσθαι ἀπαρνούμενον τὸν υἱὸν τὴν ἑαυτοῦ ἀγαθότητα καὶ μὴ δι’ ὑπερβολὴν τῆς τιμῆς <ἐπὶ>

πατρὸς φέρειν τὴν ἀγαθότητα; ἐώρα γὰρ τὸν λέγοντα αὐτῷ »διδάσκαλε ἀγαθέ« λέοντα στόματι καὶ οὐ καρδίᾳ, καὶ ἐλέγξαι αὐτὸν βουλόμενος, ὅτι οὐ τοῖς χείλεσιν αὐτοῦ ἐπείθετο, ἀλλὰ τὴν καρδίαν διήλεγχεν, ὡς καὶ ἐν ἄλλῳ τόπῳ λέγει »τί μοι λέγετε κύριε κύριε. καὶ οὐ ποιεῖτε τοὺς ἐμοὺς λόγους«, καὶ ὧδε ἐβούλετο αὐτὸν ἐλέγχειν. ἔλεγε γὰρ αὐτὸν ἀγαθὸν διδάσκαλον καὶ οὐκ ἔμενέν ἐν τῇ αὐτοῦ πίστει <τοῦ> πιστεύειν εἰς τὴν αὐτοῦ

19. Αὐτὸς τοίνυν ὁ ἅγιος Λόγος ὁ ζῶν ὁ ἐνυπόστατος, ὁ βασιλεὺς 15 ἐπουράνιος, ὁ υἱὸς ὁ γνήσιος, ὁ ἀεὶ <ὤν> σὺν πατρί, ὁ ἐκ προελθών, τὸ »ἀπαύγασμα τῆς δόξης, ὁ χαρακτὴρ τῆς ὑποστάσεως«, ἡ εἰκὼν τοῦ πατρὸς‘ ἐν ἀληθείᾳ, ὁ σύνθρονος τοῦ φύσαντος, »οὑ τῆς βασιλείας οὐκ ἔσται τέλος‘, »ὁ κριτὴς ζώντων καὶ νεκρῶν‘,

ὁ σοφία ὢν ἐκ σοφίας, ὁ πηγὴ ὢν ἐκ τηγῆς »ἐμέ«, γάρ φησιν »ἐγκταέλιπον πηγὴν ὕδατος ζωῆς καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους«), ὁ ποταμὸς ὁ ἀένναος, ὁ »εὐφραίνων τοῖς ὁρμήμασι τὴν πόλιν τοῦ θεοῦ«, ὁ ἐκ τῆς πηγῆς προελθών, ἐξ οὗπερ, <ὤς>

ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσι«, τὸ σκῆπτρον Δαυίδ, ἡ ῥίζα τοῦ Ἰεσσαί, τὸ ἄνθος τὸ ἀπ’ αὐτῆς, ὁ λέων, ὁ βασιλεὺς ὁ ἐκ φυλῆς Ἰούδα,