Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

15. Πάντως γὰρ λέγεις κατὰ δεινότητα· ἤκουσα γὰρ ἤδη καί τινας κραταιόφρονος τὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀλήθειαν μετατιθέντας εἰς βλασφημίας καὶ λέγοντας· »ἐρευνᾷ μὲν τὰ βάθη τοῦ θεοῦ, ἀλλ’ οὐ καταλαμβάνει«, διὰ τὸ μἠ προσκεῖσθαι τῷ ῥητῷ τὸν λόγον τοῦτον, ἀλλὰ μόνον εἰπεῖν τὸν ἀπόστολον »ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ«· καὶ οὐ πρόσκειται τὸ καταλαμβάνει.

ὡ πολλῆς ἠλιθιότητος χρεία γὰρ ἠν, ὠ θεήλατε, μετὰ τὸ εἰπεῖν ἐρευνᾷ εἰπεῖν τὸ καταλαμβάνει; κατὰ γὰρ τὴν σὴν ἀφυίαν χωλὸν ἂν ηὑρίσκετο τὸ πρᾶγμα <μὴ> προστιθεμένης τῆς λέξεως ταύτης;

νῦν δὲ οὐχ ὐπολείπεταί σοι πρόφασις. πανταχόθεν γὰρ ἡ γραφὴ συνάγει τῷ εὐλαβεστάτῳ ἀνδρὶ τὴν ἀλήθειαν. περὶ γὰρ τοῦ παντοκράτορος θεοῦ γέγραπται οὕτως ὅτι »ὁ θεὸς δοκιμάζων νεφροὺς(( καὶ ἐρευνῶν ταμιεῖα κοιλίας«. εἰ δὲ δοκιμάςει νεφρούς, ἆρα οὐκ οἶδεν ὅ τι δοκιμάζει;

ἢ τὸ πᾶν τῆς γνώσεως ἐν τῷ δοκιμάζειν ἀπεφήνατο; »ἐρευνῶν δὲ ταμιεῖα κοιλίας«, πάλιν οὐ πρόσκειται τὸ καταλαμβάνων. ἆρα, ἐὰν μὴ πρόσκειται τῷ ῥητῷ τὸ καταλαμβάνει, θάνατον ἐμαυτῷ προ- ξενήσω παραπλέξας τῷ ῥητῷ τὸ »οὐ καταλαμβάνει« κατὰ τὸν σὸν λόγον, ὦ ἀνόητε;

οὕτως οὖν καὶ περὶ τοῦ πνεύματος τοῦ ἁγίου εἴρηται ὅτι ἐρευνᾷ καὶ οὐ χρεία ἦν εἰπεῖν ὅτι καὶ καταλαμβάνει. ἐπ αὐτοῦ <γὰρ τοῦ> λόγου δηλοῖ ὅτι ἔστιν ἐν τῷ πνεύματι τῷ ἁγίῳ ἡ γνῶσις τοῦ θεοῦ καὶ τῶν βαθέων τοῦ θεοῦ. κἄν τε μὴ εἴπῃ καταλαμβάνει, τὸ αὐτό μοι νόησον καὶ μὴ τὴν ἑαυτοῦ ψυχὴν ἀπόλλυε. [*](8 Act. (9, 5); 26, 14 — 12 vgl. Panarion h. 74, 13, 8 — 16 I Kor. 2, 10 — 23 Jer. 11, 20; 17, 10 — 23 f Prov. 20, 21 L J) [*](5 ἀλλ’ u. < τί L Of ἀπαλλοτριοῖς J 14 βλασφημίαν / * 20 <μὴ> Pet. ταύτης < J 25 Sinn: oder steckt in δοκιμάζ(ον alles, in ἐρευνῶν aber Wilamowitz 31 <γὰρ τοῦ> * 32 τε] σε J 33 ἀπόλυε L J)

24

ὡς γὰρ ἐπὶ τοῦ πατρὸς οὐ τολμητέον λέγειν τὸ ἐρευνᾷ καὶ οὐ καταλαμβάνει αὐτὸς γὰρ τὸν ἄνθρωπον ἔκτισε σὺν υἱῷ υἱῷ ἁγίῳ πνεύματι· ἀεὶ γὰρ ἡ τριὰς τριὰς καὶ οὐδέποτε προσθήκην λαμβάνει), οὕτω δὴ καὶ χερὶ τοῦ ἁγίου πνεύματος νοητέον.