Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

Εως ὡδε, ἀγαπητοὶ ἀδελφοί, ἡ βραχύτης ἡμῶν καὶ ἀσθενὴς τῆς διανοίας δύναμις ἠναγκάσθη φθάσαι, τῆς ὑμῶν καλοκαγαθίας πρατρεψαμένης ἡμᾶς εἰ καὶ ἀνικάνους ὑπὲρ τὸ ἑαυτῶν μέτρον παριστᾶν, ὥστε δέεσθαι βοηθείας, ἐπεκτεινομένους· ἀλλὰ πάντα οἶδεν ὁ ἐν οὐρανῷ πιστός.

πλὴν εἰρήνη παντὶ τῷ στοιχοῦντι τῷ κανόνι τούτῳ τῆς ἀληθινῆς καὶ ὀρθοδόξου ταύτης πίστεως καὶ ἐπὶ τὸν Ἰσρσὴλ τοῦ θεοῦ. ἀσπάσασθε πάντας τοὺς ἁγίους ἐν κυρίῳ. ἀσπάζονται ὑμᾶς οἱ τοῦ κυρίου δοῦλοι, μάλιστα δὲ ἐγὼ ὁ Ἀνατόλιος ὁ γράψας τοῦτο τὸ βιβλίον τοῦ Ἀγκυρωτοῦ ἐπονομασθέντος λόγου καὶ ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι.

[*](20 vgl. oben c. 1, If; S. 6, 1 ff — 23 f vgl. Gal. 6, 16 L J)[*](1 † πιστευόμενον] ἀποστελλόμενον? *, καὶ πιστευόμενον] Jül., als zum folgenden πιστεύομεν 6 <ἤ> * 12 ὑμῶν2 *] ἡμῶν L J 17 f πατρὶ δόξα J 18 τῶν αἰώνων ݲ J 19 ἕως ὧδε] ἐγὼ δὲ J 20 ἡμῶν 21 παριστᾶν *] παρίστησιν L 3 22 ἐπεκτεινομένη J 25 θεοῦ + καὶ ἐν Χριστῶ τῶ θεῶ L 27 ἐπωνομασθέντος J)