Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

οὐδεὶς δὲ τῷ ἑαυτοῦ δεσπότῃ ἀπεικασθήσεται. τὸ μὲν γὰρ ἀόρατον τὸ δὲ ὁρατόν, τὸ μὲν ἀθάνατον τὸ δὲ θανάτου δεκτικὸν καὶ τὸ μὲν πάσης σοφίας πηγὴ καὶ πάντα ἔχον ἐν ἑαυτῷ τετελειωμένα , ὁ δὲ ἄνθρωπος χάρισμα ἔχων ἀπὸ μέρους λειπόμενός ἐστι τῶν τελειοτάτων, εἰ μὴ θέλει ὁ θεὸς παρασχεῖν κατ’ ἀξίαν τοῖς κομιζομένοις τὴν διὰ χαρίσματος τελειότητα.

12. Ὅμως ὑποδείγματι κεχρημένος ὁ αὐτὸς ἅγιος ἀπόστολος »οὐδείς« φησίν »οἶδεν ἄνθρωπος τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ κατοικοῦν ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνω«·

καὶ οὐκ εἶπεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ τὸ κατοικοῦν ἐν αὐτῷ‘, ἀλλὰ τὸ πνεῦμα τοῦ θεοῦ« μόνον, οἴνα μή τις σύνθετον καὶ συγκείμενον νοήσῃ τὸ θεῖον·

εἰ μὴ«, φησί, »τὸ πνεῦμα τοῦ θεοῦ«· τὸ γὰρ πνεῦμα τοῦ θεοῦ πάντα ἐρευνᾷ, καὶ τὰ βάθη θεοῦ«.

οὐχ ἀλλότριον τοίνυν τὸ πνεῦμα τοῦ θεοῦ τὸ ἐρευνῶν βάθη θεοῦ. εἰ γὰρ ἡμᾶς μέμφεται τὸ θεῖον γράμμα λέγον »ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ οὐ χρεία ἐστί σοι τῶν κρυπτῶν‘, καί »ὑψηλότερά σου μὴ ζήτει καὶ βαθύτερά σου μὴ ἐξέταζε«, ἆρα εἴπωμεν καὶ περὶ τοῦ τοῦ πνεύματος ὅτι μᾶλλον μᾶλλον καὶ οὐχὶ μᾶλλον γελοιότητι ἐρευνᾷ τὰ βάθη τοῦ θεοῦ;

ποῦ γὰρ ἐρευθιᾷ τὰ βάθη τοῦ θεοῦ; διὰ ποίαν αἰτίαν; λέγε, ὡ ἀνόητε· ὡς περιεργαζόμενον; ὡς ἀλλοτριεπίσκοπον ; ὡς μὴ ἰδίων ἐπιθυμοῦν; μὴ γένοιτο.