Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

109. Ὥσπερ οὖν τὰ περὶ τῆς τοῦ κυρίου ἡμῶν οἰκονομίας ἐδείξαμεν λεγόμενα μὲν ἀνθρωπίως, οὐκ ἄμοιρα δὲ προγνώσεως ούδὲ γάρ τις τῶν εὐ φρονούντων εἴπῃ ἀγνοεῖν αὐτὸν ποῦ τεθείκασι Λάζαρον, ἐγγὺς ὄντα τοῦ τόπου, εἰ καὶ δι΄ ὅν εἴπομεν τρόπον ἠρώτα, πόρρω <ἐπὶ> Γαλιλαίας πρώην ὄντα καὶ δείξαντα άφ΄ ὲαυτοῦ ὅτι Λάζαρος), οὕτω καὶ περὶ τῆς παλαιᾶς διαθήκης ταῦτα εὐφρόνως ἀναλύομεν.

τὸ εἰπεῖν τὸν θεόν »'Αδὰμ ποῦ εἶ;« οὐκ ἀγνοοῦντος ἦν, ἀλλὰ δεικνύοντος ἀπὸ οἴου ὕψους πρὸς ποῖον βάθος αἴσχους ό Αδὰμ ἐκπεπτώκει.

καί »ποῦ Ἄβελ ό ἀδελφός σου;‘ ὅτι ὅν σε ἔδει φέρειν ἀεὶ ἐν ἀγκάλαις καὶ ἀεὶ συνεῖναι αὐτῷ, οὖτος ἐπὶ γῆν παρὰ σοῦ ἔριπται.

δείκνυσι γὰρ ἐκ τοῦ ἐπαγομένου ὅτι οὐκ ἀγνοίας χάριν ἠρώτα, ἀλλὰ διελέγχων ἐν τῷ εἰπεῖν ὅτι »ἐπικατάρατος ἡ γῆ έν τοῖς ἔργοις σου καὶ ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἥτις ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἶμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου«·

»ἰδού, γάρ φησιν, ὴ φωνὴ αὐτοῦ βοᾷ πρός με«. καί Μοῦ Σάρρα ἡ γυνή σου;« οὐκ ἀγνοῶν εἶπεν. ἐπεὶ πῶς ἠγνόει ὸ γελῶσαν ἔνδον τῆς οἰκίας εἰδὼς αὐτήν; οὐκ ἀγνοῶν τοίνυν ἠρώτα, ἀλλ᾿ ἵνα παρα- στήσῃ ταῖς θυγατράσιν αὐτῆς ταῖς »ἐπαγγελλομέναις θεοσέβειαν« μαθεῖν τὴν ἐκείνης ἀγωγήν, ὅταν ἁγίοις ἐκ τῶν ἰδίων καμάτων ὑπηρετεῖν πειρῶνται.

ἐκείνη γὰρ ἐν τοσαύτῃ ὑπηρεσίᾳ ὑπάρχουσα, αὐτὴ τοὺς ἀζύμους καὶ τοὺς ἐγκρυφίους ἐργαζομένη καὶ τὴν τοσαύτην ὑπηρεσίαν ἐξαρτύσασα ἅμα τοῖς αὐτῆς αὐτῆς οἰκέταις, πρόσωπον τῶν ὑπηρετου- μένων οὐχ ὲωρα, σωφροσύνης ἐπιεικοῦς ὑπογραμμὸν ταῖς ημετέραις γενεαῖς ὑπολιμπάνουσα. καὶ ταῦτα μὲν ἀρκέσει εἰς παράστασιν ταῖς τῶν ματαίων ἀντιλογίαις.