Ancoratus

Epiphanius

Epiphanius. Epiphanius, Volume 1. Holl, Karl, editor. Leipzig: Hinrichs, 1915.

103. ἔτι δὲ πόλιν ἕκαστος τὸ ἔδιον πάθος εἰς μορφοεμφερείας > τῶν ἰδίων ὀφθαλμῶν διέγραφεν, ό μὲν αἱμοβόρος τις ἀνὴρ Ἄρεα φάσκων, μοιχὸς δὲ ἢ μοιχὰς τὴν πολύκοινον Ἀφροδίτην, τύραννος δὲ Νίκην ἀναπτερώσας.

αὐχμώδης γὰρ καὶ περὶ τὰ βιωτικὰ κεχηνὼς Κρόνου τὸν τύπον ἔγραφε, θηλυνόμενος δὲ Κυβέλην καὶ Ῥέαν διὰ τὸ ῥευστόν, οἶμαι, τῆς ἀπὸ τῶν σωμάτων πολυμιξίας.

ἄλλος τε ῥεμβὸς ἢ ῥεμβὰς Ἄρτεμιν κυνηγέτριαν προετύπου καὶ μέθυσον Διόνυσον καὶ πολύμοχθον Ἡρακλέα, πολύμιξ δέ τις Δία καὶ Ἀπόλλωνα.

καὶ τί μοι τὰ πλήθη λέγειν μυρίων παθῶν ἐν ἀνθρώποις ὑπαρχόντων; πλέον δὲ πάντων Αἰγύπτιοι πλανηθέντες οὐ μόνον τὰ ἴδια πάθη ἐσεβάσθησαν, ἀλλὰ πτηνὰ καὶ τετράποδα, χερσαῖά τε καὶ ἔνυδρα καὶ άτίθασσά τινα θηρία καὶ τὰ εἰς δοῦλα αὐτοῖς [*](3 vgl. I Petr. 5, 6 — 12 —18 vgl. Panarion Anacephalaeosis von tom. 1 des 1. Buchs 3, 2f — 13 Weish. Sal. 14, 12 — 28 ff vgl. Weish. Sal. 12, 24 Aristides apol. 12 Theophilus ad Aut. I 10; S. 90 Otto dement. Hom. VI 23; S. 80, 20 Lagarde dem. Recogn. V 20 Clemens AI. Protr. 39, 5; I 29, 18 ff ählin L J) [*](2 μακαρίας J 7 τούτους sc. τοὺς νομιζομένους θεοὺς | ἡγεῖσθαι L 9 <τι> * 9f εἰσὶ δὲ *] δέ εἰσι LJ 11 ἐπιρρώσασα *] ἐπιρρεύσασα 17 ἀνεπλάσα[ν]το? * 20 <πρὸ> * 28 πάντων *] πάντως)

124
ὑπὸ τοῦ ἁγίου θεοῦ παραδοθέντα τῇ τάξει »μετήλλαξν«·

καὶ ὡς ὄντες τῇ διανοίᾳ κτηνώδεις ὑπερασεβοῦσι. τὰ ζῷα τὰ παρ’ αὐτοῖς θεοποιοῦντες καὶ οὐκ αἰσχυνόμενοι, κύνα τὸ ὑλακτικόν, αἴλουρον τὸ ἑρπετοφάγον, τράγον τὸ ἀκόλαστον, πρόβατον τὸ βληχρόν, κροκόδειλον τὸ πολυσχιδὲς καὶ άμειδέστατον, ἶβιν τὴν ἰοβόρον καὶ ἰκτῖνα καὶ ἱέρακα καὶ κόρακα τὰ δουλοπρεπέστατα, ὄφιν δὲ τὸ σκολιὸν καὶ ἀηδέστατὂν.

καὶ ἁπαξαπλῶς ὣ τῆς μεγάλης αἰσχύνης τῶν μή<τε> ὄψει τὸν τὸν ἑαυτῶν ἔλεγχον κατανοούντων καὶ] μήτε τὴν αἴσθησιν πἂραλαμβανόντων μήτε διανοίᾳ * τῶν παρ᾿ αὐτοῖς ματαλίως γινομένων συνεέντων.

κακῷ γοῦν μόρῳ πεπληγμένοι εἰσὶ μηδὲ τοῖς ἰδίοις φιλοσόφοις ἐγκαταυγαζόμενοι μηδὲ τοῖς μηδὲ τοῖς τῆς ἁληθείας ἐγκυκληταῖς συνθεαταὶ γινόμενοι.

οὐκ ἀκούουσι γὰρ Διαγόρου τοῦ τὸν ἴδιον Ηρακλέα ξύλινον ὄντα δι’ ἀπορίαν ξύλων ὑποκαύσαντος καὶ ἐπισκωμματικὼς αὐτῷ λέγοντος· »ἄγε δή, Ἥρακλες, τὸν τρισκαιδέκατον ἀθλον ἐκτελῶν πάρελθε, τὸ ὄψον ἡμῖν ἑψήσων«· ὅν δὴ λαβὼν καὶ σχιδακίσας, καταγελῶν τοῦ ἰδίου θεοῦ ὡς οὐκ ὄντος, τῷ παρατεθέντι αὐτῷ ἀρίστῳ γελοιάζων ἐτρέφετο.

104. ἄλλος δὲ Ἡράκλειτος Αἰγυπτίοις φησίν· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; Τυφῶνα γὰρ καὶ Οσιριν καὶ ἄλλους καταχθονόυς λιγυρῶς θρηνῳδοῦντες ὡς κεκηδευμένους πενθοῦσι). φησὶ γοῦν οὑτος· εἰ θεοί εἰσι, διὰ τί θρηνεῖτε αὐτούς; εἰ δὲ τεθνήκασι, μάτην θρηνεῖτε αὐτούς.

ἄλλος δέ, κωμικὸς Εὐδαίμων τοὔνομα, φησίν »εἴπερ εἰσὶ θεοί, οὐ δύναμαι περὶ αὐτῶν λέγειν ούδ΄ ὁποῖοί τινές εἰσι ἰδέαν δηλῶσαι. πολλὰ γάρ εἰσι τὰ κωλύοντά με«. καὶ Ὅμηρος δέ φησιν οὐκ ἀγαθὸν πολυκοιρανίη«.