Generalis elementaria introductio (= Eclogae propheticae)

Eusebius of Caesarea

Eusebius. Eusebii Pamphili Episcopi Caesariensis Eclogae Propheticae. Gaisford,Thomas, editor. Oxford: Oxford University Press, 1842.

α′. Πρώτου Ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ’ ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ. β′. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας. γ′. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. δ′. Περὶ τῆς δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνωσίας. ε′. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται. ϛ′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας. ζ′. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ. η′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας. θ′. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κηρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου. ι′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. ια′. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως. ιβ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος. ιγ′. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ. ιδ′. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ.

ιε′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ, καὶ τῆς Ἱερουσαλήμ. ις′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ιζ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. ιη′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. ιθ′. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας τὸ σῶμα τοῦ Χριστοῦ ὑπὲρ ἁπάντων προσενήνεκται. κ′. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. κα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασιλεὺς καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται. κβ′. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως. κγ′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου. κδ′. Περὶ τῆς τῶν ἔθνων κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς. κε′. Περὶ τοῦ προδότου Ἰούδα. κς′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. κζ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ δύο διαθηκῶν. κη′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν. κθ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ. λ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς. λα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς. λβ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου. λγ′. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. λδ′. Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρματος ἔσται Δαυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς ἐκκλησίας. λε′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ. λς′. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐρημίας τοῦ προτέρου λαοῦ. λζ′. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς.
λη′. Περὶ δύο κυρίων Πατρὸς καὶ υἱοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους. λθ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός. μ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾷ. μα´. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ Δαυίδ. μβ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. μγ′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ. μδ′. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου. με′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.

Περιγράψαντες τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν περὶ τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας, ἑξῆς ἐκείναις τὰς ἀπὸ τῶν στιχηρῶν ἐν δευτέρᾳ ταύτῃ συντάξει τῶν Ἐκλογῶν ἀπανθισάμενοι προσθήσομεν· ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται. Καὶ δὴ πρώτας τὰς ἀπὸ τῆς βίβλου τῶν Ψαλμῶν ἐπισκεψώμεθα.

Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός
. Καὶ τίνα ἄν τις ἔχοι ἀποδεικνύναι εἰς τοσαύτην ἐξέσω (ἐξαίσιον?) ἀρετὴν ἐληλακότα ὡς ἐν μηδενὶ τρόπῳ ἧς δή ποτ’ οὖν περιπεσεῖν ἁμαρτίας, ὅπερ σημαίνειν μοι δοκεῖ τὸ,
οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ τὸ, οὐκ ἔστη ἐν ὁδῷ ἁμαρτωλῶν, τό τε ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν·
δι’ ὧν δηλοῦσθαι νομίζω τὸ πάντη ἄγευστον ἁμαρτίας τοῦ μακαριζομένου· τὸ γὰρ μὴ μόνον ἐν τοῖς τοιοῖσδε μὴ πορευθῆναι, μὴ δ’ ὡσπερεὶ βαδίσαντα προκόψαι, ἀλλὰ γὰρ μηδὲ καθεσθῆναι, μὴ δὲ μὴν ὅλως ἐπιβῆναι τὴν ἀρχὴν, μὴ δὲ στῆναι ἐν αὐτοῖς, πῶς οὐ θαυμαστόν τι χρῆμα καὶ σπάνιον τυγχάνει; Παρίσταται δὲ μᾶλλον τῇ διανοίᾳ παρατατικῶς εἰρημένα
τὰ τοῦ δηλουμένου ἀνδρὸς ἐγκώμια· οὔτε γὰρ ἐπορεύθη φησὶν, οὔτ’ ἔστη, οὔτ’ ἐκάθισεν ἐν τοῖς τοιοῖσδε τῆς κακίας εἴδεσιν, δι’ ὧν ἐμφαίνεται ἡ ἐκ τοῦ ἀεὶ καὶ διὰ παντὸς ἐνάρετος τοῦ μακαριζομένου κατάστασις. Πολλοὺς μὲν οὖν τοὺς ἐκ προσοχῆς καὶ ἀσκήσεως κατωρθωκότας ἴδοι ἄν τις, οὐδένα γε μὴν τοιοῦτον ὁποῖον ὁ ψαλμὸς διαγράφει· εἰ δὲ θεωρήσειέν τις ὁπηλίκον ἐστὶν τὸ πρὸς πάντα εὐροεῖν καὶ κατὰ Θεὸν εὐοδοῦσθαι ἐν μηδενὶ σφαλλόμενον, μὴ δ’ ἀποπίπτοντα τοῦ κατ’ ἀρετὴν σκοποῦ, ὡς κατὰ τοῦτο λέγεσθαι ἐν τῷ Ψαλμῷ τὸ,
καὶ πάντα ὅσα ἂν ποιῇ, κατευοδωθήσεται
· ἔτι δὲ εἰ κατανοήσειεν ὁποῖον ἐστὶν τὸ ἀνακεκράσθαι τινὰ ὁμοδοξοῦν ἔχοντα τὸ ἴδιον αὐτοῦ θέλημα τῷ τοῦ Κυρίου νόμῳ, τό τε μελετᾶν ἐν αὐτῷ μὴ μόνον δι’ ὅλης ἡμέρας ἀλλὰ καὶ διὰ τῆς νυκτὸς ἐγρηγορόσι τοῖς τῆς διανοίας ὀφθαλμοῖς εἰς αὐτὸν ἐνορῶντα, καὶ κατ’ αὐτὸν οὐ μόνον τοῖς μεθ’ ἡμέραν ἔργοις τε καὶ λόγοις ἀλλὰ καὶ ταῖς κατὰ τὸν ὕπνον ἐνθυμήσεσι καὶ φαντασίαις ἐνεργοῦντα, εἴσεται τὸ μέγεθος τοῦ ταῦτα κατωρθωκέναι πρὸς τοῦ θείου πνεύματος μαρτυρουμένου· ἀλλ’ εἰ καὶ πᾶσαν ὁμολογουμένως τὴν ἀνθρωπείαν ὑπερακοντίζει φύσιν τὰ λελεγμένα, ἑνὶ δ’ οὖν ἀνδρὶ μόνῳ ἐφαρμόζοι ἂν τῷ γενομένῳ ἐκ σπέρματος Δαυὶδ τὸ κατὰ σάρκα Ἰησοῦ Χριστῷ τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ πρὸς τοῦ ἐν Ἠσαΐᾳ θείου πνεύματος μεμαρτύρηται, ὅτι
μὴ ἁμαρτίαν ἐποίησεν, μὴ δὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.Es. 53, 9.
Τὸ δ’ ἐπιδεδεγμένον τῆς ἐκδοχῆς παρίστησιν ἡ κατὰ τὸ Ἑβραϊκὸν ἐντεῦξις ἐπιτετηρημένως οὕτως
ἔχουσα,
μακάριος ὁ ἀνὴρ
, μετὰ τῆς ἄρθρου προσθήκης· καὶ ἔπρεπέν γε τὸν κατὰ σάρκα τοῦ Σωτῆρος ἡμῶν χρηματίσαντα πατέρα Δαυὶδ, ἐπαγγελίαν εἰληφότα περὶ τοῦ ἐκ σπέρματος αὐτοῦ τεχθήσεσθαι τὸν Χριστὸν, τούτῳ τὴν ἀπαρχὴν τῆς ἑαυτοῦ προφητείας ἀναθεῖναι. Ὅτῳ δὲ φίλον διαγνῶναι τὸ ἀκριβὲς τῆς ἐπὶ τὴν Σωτῆρα τῶν ἐν τῷ ψαλμῷ λεγομένων ἀναφορᾶς, τοῖς εἰς αὐτὸν ὑπομνηματισαμένοις ἐντυχὼν εἴσεται.

Ἵνατι ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ.Ps. 2.
Ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν οἱ τοῦ Πέτρου καὶ Ἰωάννου τὰ κατ’ αὐτοὺς παράδοξα διηγουμένων ἀκούσαντες ἐμαρτύρησαν. Εὐχαριστήσαντες γὰρ τοῖς ἐφ’ οἷς ἤκουον θαυμασίοις τοῖς προεκτεθεῖσι ῥητοῖς ἐπήγαγον λέγοντες,
Συνήχθησαν γὰρ ἐπ’ ἀληθείας ἐπὶ τὸ αὐτὸ ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον παῖδά σου ὃν ἔχρισας Ἡρώδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ.Act. 4, 27.
Οὐ μόνοι δὲ ἄρα οἱ κατ’ ἐκεῖνο καιροῦ ἐπιβουλεύσαντες τῷ Σωτῆρι ἡμῶν συνήχθησαν κατ’ αὐτοῦ, ἀλλὰ καὶ οἱ καθεξῆς ἐξ ἐκείνου καὶ δεῦρο βασιλεῖς καὶ ἄρχοντες ὅλα τε ἔθνη καὶ λαοὶ διὰ τοῦ βλασφημεῖν αὐτὸν καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ διδασκαλίᾳ. Πεπεῖσθαι δὲ χρὴ μὴ μόνον τοὺς ἐν ἀνθρώποις ὁρατοὺς βασιλεῖς καὶ ἄρχοντας ἐπιβεβουλευκέναι αὐτῷ, πολὺ δὲ μᾶλλον τοὺς νοητοὺς
καὶ ἀοράτους ἄρχοντας τοῦ αἰῶνος τούτου, οἳ καὶ τότε ἐνήργησαν καὶ εἰς ἔτι νῦν ἐνεργοῦσιν, τά τε ἔθνη καὶ τοὺς κενὰ καὶ εἰς μάτην τὸν τοῦ Θεοῦ νόμον μελετήσαντας λαοὺς τοὺς ἐκ περιτομῆς, οὐ μόνον κατὰ τοῦ Χριστοῦ[*](Ps. 2, 4.) τοῦ Θεοῦ βουλευσαμένους, ἀλλὰ δι’ αὐτοῦ καὶ κατὰ τοῦ πέμψαντος αὐτὸν Πατρός· περὶ ὧν ἁπάντων ἐν τῷ ψαλμῷ ἐπιφέρεται τὸ,
Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.
Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Οἷς ἑξῆς αὐτὸς ὁ Χριστὸς τὴν μετὰ τὸ πάθος γεγενημένην περὶ αὐτὸν οἰκονομίαν παιδεύων ἡμᾶς φησὶν,
Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἄγιον αὐτοῦ
, διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Οὐ χρὴ μέντοι γε κατὰ τὰς Ἰουδαίων χαμαιπετεῖς ὑπολήψεις τὴν τοῦ Χριστοῦ βασιλείαν ὁμοίαν ταῖς τῶν ἀνθρώπων ἡγεῖσθαι ἐπὶ τῇ Σιὼν ὄρος σωματικὸν συστησομένην· πρός γ’ οὖν τὸν ἐρωτήσαντα αὐτὸν εἰ βασιλεὺς τυγ χάνει, ἀπεκρίνατο λέγων,
ἡ βασιλεία ἡ ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτουIo. 18, 36.
· ὅθεν δὴ καὶ βασιλείαν οὐρανῶν ἐπήγγελτο τοῖς πεπιστευκόσιν εἰς αὐτὸν, καὶ τὸ Σιὼν δὲ ὄρος ἐπουράνιον ὑπάρχειν ἐδίδαξεν οὐ μόνος ὁ ἀπόστολος, ἀλλὰ καὶ πλεῖσται ἄλλαι προφητεῖαι. Ὁ γ’ οὖν Μιχαίας προειπὼν ὡς ἄρα διὰ τὰς ἀσε βείας τοῦ προτέρου λαοῦ
Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦMic. 3, 12.
, ἑξῆς περὶ ἑτέρας Σιὼν καὶ Ἰερουσαλὴμ ὁμοίως ἐπιφέρει, λέγων,
Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ
ἥξουσιν ἐπ’ αὐτῷ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.Mic. 4, 1.
Περὶ τούτου ἄρα εἴρηται καὶ ἐνθάδε ὑπὸ τοῦ ὄρους τοῦ Χριστοῦ,
ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ·
ὑπὸ τίνος δὲ κατεστάθη δῆλον ὅτι ὑπὸ τοῦ φήσαντος πρὸς αὐτὸν Πατρός, τὸ
υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·
καὶ τὸ,
αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοὶ ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.
Καὶ ὅτι γε ἀληθὴς ἡ προφητεία καὶ ἀψευδὴς ἡ ὑπόσχεσις, πάρεστιν διαγνῶναι ἀπὸ τῶν ἐν οὕτω βραχεῖ χρόνῳ προσεληλυθότων ἐκ παντὸς ἔθνους τῇ διὰ τοῦ Σωτῆρος ἡμῶν θεοσεβείᾳ· ἢ λεγέτωσαν οἱ πρὸς τὴν ἐνέργειαν ἀντιβλέπειν ἀναιδῶς τολμῶντες, τίνι ἂν ἔχοιεν ἐφαρμόζειν μὴ παραδεχόμενοι ταῦθ’ οὕτως ἔχειν τὴν προφητείαν; Δαυὶδ μὲν γὰρ τὸν βασιλέα, περὶ οὗ ταῦτα τινὲς ὠήθησαν λέγεσθαι, οὐχ οἷοί τε ἂν εἶεν παραστῆσαι τοίαδε τινὰ πεπονθότα, ὡς ἀρχόντων καὶ βασιλέων ἐθνῶν τε καὶ λαῶν ἐπιβεβουλευκότων αὐτῷ· πότε δὲ ἢ καὶ ἐπὶ πηλίκοις ἀνδραγαθήμασι εἶπεν ὁ Κύριος τῷ Δαυὶδ,
υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε;
Πῶς δὲ καὶ τὸ,
αἴτησαι παρ’ ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς
, λέγοιτ’ ἂν ὡς πρὸς αὐτὸν σαφῶς περιορισθείσης αὐτοῦ τῆς βασιλείας ἐπὶ μόνον τὸν Ἰσραὴλ καὶ τοὺς τῆς Ἰουδαίας ὅρους; Διὰ τὶ δὲ καὶ οὐ προσίενται τὸν ἐληλυθότα Χριστὸν ἀποκρινέσθωσαν· ἆρά γε ἐπειδὴ πέπονθεν ἕτερον τοίνυν προσδοκᾶν αὐτοὺς ἀνάγκη μήδεν τοιοῦτον ὁποῖον
οὗτος πεισόμενον; Καὶ πῶς ἂν πληρωθεῖεν αἱ προφητεῖαι πλεῖστα ὅσα παθεῖν τὸν Χριστὸν τοῦ Θεοῦ, καὶ ἐν ἑτέροις μὲν πλείοσιν, οὐχ ἥκιστα δὲ καὶ ἐν τῷ μετὰ χεῖρας προλέγουσαι ψαλμῷ; Ἆρα δὲ χρὴ νομίζειν ἀδεεὶ τὴν περὶ τοῦ τῶν ὅλων Θεοῦ διδασκαλίαν ἐνεσπαρκέναι τοῦτον τῇ οἰκουμένῃ· ἔστιν δὲ κἂν ἐπὶνοῆσαι ἀνθρωπίνην ὁρμὴν καὶ ψιλὴν τοῦ τυχόντος ἐπιβολὴν τοσοῦτον ἰσχῦσαί τε καὶ δυνηθῆναι, ὡς διὰ μόνης τῆς αὐτοῦ διδασκαλίας ἄνευ θεότητος συνεργούσης παντοδαπὰς ἀκροατῶν διαθεῖναι ψυχὰς περὶ τὸν τῶν ὅλων Θεὸν ταῦτα σπεῖσαι πάλαι πρότερον, καὶ εἰς ἔτι νῦν πείθειν καταλιπεῖν μὲν ἔθη πάτρια, βίον τε ἄθεσμον καὶ ἀνήμερον καὶ ἀκόλαστον, θεοσεβείᾳ δὲ μόνῃ προσέχειν, καὶ ταύτην οὐ μόνον τῆς ὑπαρχούσης οὐσίας, ἀλλὰ καὶ δι’ αὐτοῦ τοῦ πᾶσιν περιποθήτου ζῆν προτιμᾶν; Ἀλλ’ οὐκ οἴομαί τινα τῶν κἂν μετρίως εὐγνωμονεῖν ἐθελόντων μὴ οὐχὶ συνομολογεῖν τὰ τηλικαῦτα μετὰ συνεργούσης θείας καὶ ὑπὲρ ἀνθρώπων δυνάμεως διὰ τοῦ Σωτῆρος ἡμῶν γεγονέναι· ἐξ ὧν ὁμοῦ μὲν καὶ ἡ θεότης ἀποδείκνυται τοῦ ἐνανθρωπίσαντος Κυρίου, ὁμοῦ δὲ καὶ τὰ τεκμήρια σαφῶς παρίσταται τοῦ εἰληφέναι αὐτὸν ὑπὸ τοῦ Πατρὸς
τὰ ἔθνη κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς
, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Ὅλα δὲ τὰ κατὰ τὸν ψαλμὸν διηγεῖσθαι οὐ τοῦ παρόντος τυγχάνει καιροῦ, μάλιστα ὅτε πληρεστάτης ἤδη τετύχηκεν διηγήσεως.

Καὶ τὸν τρίτον ψαλμὸν ἐπὶ τὸν Χριστὸν ἐκλαμβάνειν εὐχερὲς, ἀκολούθως τοῖς πρὸ αὐτοῦ διδάσκοντα τὰ περὶ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς διὰ τοῦ,

Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με;Ps. 3.
καὶ τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ, ἃ καὶ δηλοῦται διὰ τοῦ,
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.
Ἁρμόσειε δ’ ἂν τῷ Χριστῷ καὶ ἕκαστος τοῦ Ψαλμοῦ στίχος τῆς προσηκούσης τυχὼν ἐξηγήσεως· ἔχει δὲ λόγον καὶ τὸ τρίτον αὐτὸν τεταγμένον τὰ περὶ τῆς ἀναστάσεως τοῦ Κυρίου θεσπίζειν ἀκολούθως ταῖς πρὸ αὐτοῦ προφητείαις· ὁ μὲν γὰρ πρῶτος, καθὼς ἀποδεδώκαμεν, τὸν ἄληπτον βίον καὶ τὴν ἄνευ ἁμαρτίας αὐτοῦ πολιτείαν διδάσκει· ὁ δεύτερος τὰ κατὰ τὸ πάθος· τούτοις τοιγαροῦν καὶ ὁ τρίτος ἑξῆς τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ θεσπίζει.

Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ,

Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇPs. 8.
, περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται
ὑπὲρ τῶν ληνῶν
· ληνῶν νοουμένων τῶν ἀνὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρμόσαι
τὰ ἐν τῷ ψαλμῷ λεγόμενα· ἐπεὶ μὴδ’ ὅλως ὡς ἐν ἑτέροις ἤτοι περὶ ἀμπέλου μεταρθείσης ἐξ Αἰγύπτου, ἢ περὶ ἀμπελῶνος Κυρίου Σαβαὼθ, ἢ τινῶν τοιούτων, διάνοιάν τινα τὰ τῆς λέξεως περιέχει. Τὰ δ’ ἀπὸ τοῦ,
Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν,
καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ
πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,Heb. 2, 8.
ἐπιφέρεται τὸ,
νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.
Εἴποι δ’ ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· ὅτε
ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἴσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼνPhil. 2, 6.
, καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τὸ,
εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων·Es. 53, 2.
ἀνθ’ ὧν ἀμειβόμενος ὁ Πατὴρ
δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν·Phil. 2, 10.
ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν’ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.Heb. 2, 7.
Καὶ
κατέστησεν δ’ αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ·Heb. 2, 7.
ὅπερ
καὶ αὐτὸ τῷ μὲν τοῦ Σωτῆρος ἡμῶν ἁρμόζοντα (ζοιτο) προσώπῳ διὰ τὸν ἐν αὐτῷ τὸν Θεὸν Λόγον, οὐκέτι δὲ καὶ τῷ τυχόντι, εἴ γε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις καὶ τοὺς οὐρανοὺς καταριθμεῖν ἔθος τοῖς ἱεροῖς λόγοις, κατὰ τὸ,
καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί.Ps. 102, 25.
Πρὸς τούτοις,
καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης·Ps. 8, 6.
δι’ ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτήνων δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόγου δουλείαν ὑποταγή.

Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν·

εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸσ τῶι Δαυίδ.Ps. 9.
Ἀνθ’ ὧν ὁ Σύμμαχος ἐκδέδωκεν,
ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ Δαυίδ.
Ὥσπερ δ’ οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον περιέχοντα τὸν τρόπον·
λαμανασσὴ Ἀλμαὺθ’ βεν μασμωρὰ Δαυίδ.
Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ Δαυίδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Ο′ νενοηκότας ἀπορρητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τί ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν,
τῶι νικοποιῶι νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ Δαυίδ.
Καὶ ὅλα δὲ τὰ ῥητὰ
τοῦ ψαλμοῦ τίς ἐπιτηρήσας ἐφαρμόσειεν ἂν τῷ Χριστῷ, πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζοντος, καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ προφητεύοντος, ἐν τῷ,
ἐλέησόν με, κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών·
ποίας δὲ Σιὼν μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι’ αὐτοῦ σωθησομένων ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινὰ προφητεύεται, ἐν οἷς ἐστὶν καὶ τὸ,
κατάστησον, κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν.
Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον, ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωσέως νόμον, δεικτέον τε ὡς ἅρα ἕτερόν τινα παρὰ Μωσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, δῆλον δ’ ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ’ οὖν τούτῳ τὸ,
γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσὶν,
ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ’ ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν κοινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν,
ἐρρέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε·Matth. 5, 28.
ὃς καὶ θείᾳ καὶ ἀρρήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ’ ἐπὶ μέρος τὶ τῆς ὅλης οἰκουμένης, ἀλλ’ οὐδὲ ἐπ’ ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ’ ὥς ἐστιν ἐξ αὐτῆς παραλαβεῖν
τῆς ἐνεργείας εἰς τὸ διηνεκὲς καὶ ἐπὶ πάντα τὰ ἔθνη. Εἰ δὲ μὴ προσίοιτό τις ταῦθ’ οὕτως ἔχειν, δεικνύτω τινὰ ἂν ἄλλον ἔχοι λέγειν παρὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ νομοθέτην ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ κατασταθέντα τοῖς ἔθνεσι, διδάσκαλον γεγενημένον ἅπασιν ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας.

Ἐπεὶ ἐν τῷ ἑνδεκάτῳ Ψαλμῷ ὁ Κύριος φησίν·

ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παρρησιάσομαι ἐν αὐτῷ·Ps. 11, 5.
ἐξετάζομεν μὴ περὶ Χριστοῦ προσώπῳ τὰ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ διδάσκοντι καὶ ταῦτα ἂν ἁρμόζοι, τοιάνδε διάνοιαν ἔχοντα· ἕνεκα τῶν ἐν ταλαιπωρίᾳ κακίας γεγονότων ἐθνῶν, πτωχῶν ὀνομαζομένων ψεκτῶς διὰ τὸ ἐστερῆσθαι τοῦ κατὰ Θεὸν πλούτου, κενώσας ἑαυτὸν, ἀναδεξάμενός τε μέχρι καὶ θανάτου τὸν ὑπὲρ αὐτῶν ἀγῶνα, νῦν ἀναστήσομαι, καὶ δὴ λαβὼν τὴν κατὰ πάντων ἐξουσίαν παρὰ τοῦ Πατρὸς, πάντας τοὺς εἰς ἐμὲ πιστεύσαντας θήσομαι εἰς σωτηρίαν, καὶ παρρησιάσομαι ἐν αὐτῷ, ἤτοι τῷ Πατρὶ, ἢ τῷ πεπραγμένῳ μοι ἐπὶ σωτηρίᾳ τῶν τοσούτων ἀνδραγαθημάτων. Καὶ ἡ μὲν τοῦ ῥητοῦ τοιαύτη τίς ἂν εἴη διάνοια· τὰ μέντοι γε πρῶτα τοῦ Ψαλμοῦ,
Σῶσόν με ὁ Θεὸς
περιέχοντα
ὅτι ἐκλέλοιπεν ὅσιος,
καὶ τὰ ἑξῆς, τὸν καιρὸν καθ’ ὃν πέπονθεν ὁποῖός τις ὑπῆρχε δηλοῖ·
ἐκλελοίπει γὰρ ὅσιος τότε, καὶ
ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ·
καὶ τὰ τούτοις δὲ ἐξῆς ἅπαντα κατ’ ἐκεῖνον πεπλήρωτο τὸν χρόνον.

Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδαν, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.Ps. 15, 8.
Ὅτι δὲ καὶ ταῦτα εἰς πρόσωπον ἀναφέρεται Χριστοῦ μαρτυρεῖ ὁ Πέτρος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, δι’ ὧν ταῦτα φησίν·
Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς ἀπὸ Θεοῦ δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ὃν ὁ Θεὸς ἀνεστήσεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ’ ὅτι οὐκ ἦν δυνατὸν πρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Δαυὶδ γὰρ λέγει, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ πάντος.Act. Ap. 2, 22.
Εἶτα τινὰ μεταξὺ εἰπὼν, ἐπιφέρει ταῦτα κατὰ λέξιν·
Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἕως τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ
ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σἀρξ αὐτοῦ ἴδεν διαφθοράν·Act. 2, 29.
τοῦ δὴ Πέτρου τοίνυν ἀποδεδωκότος εἰς τὸν Σωτῆρα τὴν τῆς προφητείας ἑρμηνείαν, παρέσται τῷ μὴ πάρεργον τὴν τούτων ἔρευναν ποιουμένῳ, ἤτοι ἐπ’ αὐτῷ πᾶσαν τὴν ἐν τῷ Ψαλμῷ λέξιν ἀκολούθως ἐφαρμόζειν οἷς καὶ ὁ Πέτρος ἐξείληφεν, ἢ τοῖς ὑφ’ ἑτέρων εἰς τὸν Ψαλμὸν ὑπομνηματισθεῖσιν ἐντυχεῖν· ἡμῖν γὰρ ὁ σκοπὸς οὐδέν τι πλεῖον τῶν εἰρημένων λέγειν εἰς τοὺς τόπους ἐπιτρέπει.

Καὶ τὸ λεγόμενον ἐν ἑκκαιδεκάτῳ Ψαλμῷ,

ἐδοκίμασας τὴν καρδίαν μου, ἐπισκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικίαPs. 16.
, ὡς ἀπὸ Χριστοῦ φωνῆς τυγχάνον ἐσημειωσάμεθα, ἐπεὶ μὴ ἄλλως ἀνθρωπείᾳ φύσει τοῦτο φάσκειν ἁρμόττει· καὶ πάντες δὲ οἱ ἐν τῷ ψαλμῷ λόγοι τῷ ἐνορῶντι ἀκριβῶς αὐτοὺς ἐπὶ τὸν Σωτῆρα ἀναφέρεσθαι δύνανται.

Ἐπεὶ καὶ τὸν ἕπτα καὶ δέκατον Ψαλμὸν οὐκ ἐξ ἄλλου τινὸς λέγεσθαι νομιοῦσιν οἱ ἐκ περιτομῆς ἢ τοῦ Δαυὶδ, διὰ τὸ καὶ τὴν ἐπιγραφὴν αὐτοῦ τοῦτο δοκεῖν ἐμφαίνειν, θλίψομεν αὐτοὺς οὐ δυναμένους σώζειν ἐπ’ αὐτοῦ τὸ,

Ῥύσῃ με ἐξ ἀντιλογίας λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν· λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέν μοι· υἱοὶ ἀλλότριοι ἐψεύσαντό
μοι, υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν.Ps. 17, 43.
Ποίων γὰρ ἐθνῶν εἰς κεφαλὴν καταστάντα τὸν Δαυὶδ ἔχοιεν παραστῆσαι, ἢ ποῖος οὗτος λαὸς, ὃν οὐκ ἐγνώκει μὲν αὐτὸς πρότερον, ὅμως δὲ ἐδούλευσεν αὐτῷ εἰς ἀκουὴν ὠτίου ὑπακούσας αὐτῷ· τίνες δὲ καὶ οἱ ψευσάμενοι αὐτῷ υἱοὶ ἀλλότριοι λεγόμενοι, καὶ οἱ παλαιωθέντες καὶ χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν; Ἀλλ’ ἡμῖν οὐδ’ ὅλως τί τῶν ἐν τῷ ψαλμῷ λεγομένων προσκόψει ἐκ προσώπου τοῦ Χριστοῦ, τοῦ κατασταθέντος εἰς κεφαλὴν τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτην ἐκλαμβάνουσι τὴν προφητείαν θεωροῦσί τε αὐτὴν ἐναργῶς πεπληρωμένην· ἦμεν γὰρ, ἦμεν ἀληθῶς
ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίαςEph. 2, 12.
, καὶ διὰ τοῦτο μὴ ἄξιοι τῆς τοῦ λόγου τοῦ Θεοῦ γνώσεως· ἀλλὰ
νῦν γνόντες Θεὸν, μᾶλλον δὲ γνωσθέντες ὑπ’ αὐτῶ, ἡμεῖς οἱ ποτὲ ὄντες μακρὰν ἐγενήθημεν ἐγγὺςGal. 4, 9. Eph. 2, 13.
, καὶ ἐδουλεύσαμεν τῷ πάλαι μὴ γνόντι ἡμᾶς, καὶ εἰς ἀκοὴν ὠτίου ὑπηκούσαμεν αὐτῷ, παραδεξάμενοι τὸν τῆς καινῆς διαθήκης αὐτοῦ λόγον, ὃν διέθετο πρὸς ἡμᾶς. Θαυμασίως δὲ μετὰ τὸ
λαὸς, ὃν οὐκ ἔγνων, ἐδούλευσέν μοι
, καὶ τὴν περὶ ἡμῶν κλῆσιν τὰ περὶ τῆς προτέρας συναγωγῆς ἐκτίθεται διὰ τοῦ,
υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι
, ἰσοδυναμοῦν τῷ,
Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν·Es. 1, 2.
οὗτοι δὲ καὶ ἐπαλαιώθησαν χωλάναντες ἀπὸ τῶν τρίβων αὐτῶν, καὶ μὴ παραδεξάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ· ὃς ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν κατεστάθη ὑπὸ τοῦ Πατρὸς εἰς κεφαλὴν τῶν δουλευσάντων, καὶ εἰς ἀκοὴν ὠτίου ὑπακουσάντων αὐτῷ
ἐθνῶν, κατὰ τὴν ἑτέρωθι φάσκουσαν προφητείαν,
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας.Ps. 117, 22.
Οἶμαι δὲ καὶ τὰ περὶ τῆς θεότητος καὶ τῆς εἰς ἀνθρώπους καταβάσεως αὐτοῦ ἐν τοῖς πρώτοις δηλοῦσθαι τοῦ Ψαλμοῦ· ἅπερ οὐ τῆς ἐν παρέργῳ καὶ παραδρομῇ δέοιτ’ ἂν ἐξηγήσεως ἀπορρητότερον εἰρημένα, οἷα ἐστὶν ἀπὸ τοῦ,
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ· καὶ ἐπέβη ἐπὶ Χερουβὶν καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων·
καὶ ὅσα τούτοις παραπλησίως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον ἀναφέρεται.

Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.Ps. 18, 3.
Ζητοῦμεν τίνων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ τὰ ῥήματα ἕως τῶν περάτων τῆς οἰκουμένης, ὡς μὴ καταλελεῖφθαι λόγους παρά τισι καὶ λαλιὰς παρ’ οἷς οὐκ ἠκούσθησαν καὶ αἱ τούτων φωναί· ἀλλ’ οὐκ ἂν ἔχοι τίς ἑτέρους ἐπιδεῖξαι τῶν ἱερῶν ἀποστόλων, εἰς οὓς ἡ προφητεία πεπλήρωται διαβοήτου τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας αὐτῶν εἰς πᾶσαν τὴν ὑπ’ οὐρανὸν γενομένης, ὅτε ἐνεπιδημοῦντες τῷ βίῳ μετὰ τῆς συνεργούσης αὐτοῖς δυνάμεως θείας ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐκήρυσσον τὴν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πίστιν· περὶ οὗ μετὰ τὴν πρόρρησιν τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος ἑξῆς ὁ λόγος διδάσκει, ὡς ἄρα
ἐν τῷ ἡλίῳ ἔθετο τὸ
σκήνωμα αὐτοῦ·
ἡλίου νοουμένου τῆς θεότητος, εἰς ἣν τὴν ἑαυτοῦ μονὴν καὶ τὴν οἱονεὶ κατασκήνωσιν ἔθετο, ἢ καὶ ὅπερ ἐκ τῆς παρθένου ἔλαβεν σῶμα, ὅπερ ἦν ὡσπερεὶ σκήνωμα τῆς ἐν αὐτῷ καταμενούσης θείας δυνάμεως· οὗτος δὲ καὶ
ὥσπερ νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ ἡγαλλιάσατο ὡς γίγας δραμεῖν ὁδόν·
οἷα γάρ τις νυμφίος διὰ τὴν αὐτοῦ νύμφην τὴν ἐκκλησίαν ἐκ τῶν πατρικῶν διαναστὰς κόλπων, καὶ ὁποῖά τις γίγας ἀνδρεῖος καὶ ἰσχυρὸς τὸν ἀγῶνα τὸν προκείμενον αὐτῷ διαθλήσας, νικήσας τε καὶ καταγωνισάμενος τοὺς ἀντιπάλους, ἠγαλλιάσατο τὴν αὐτοῦ σύζυγόν τε καὶ νύμφην ἀπολαβών· γεγένηται δὲ αὐτοῦ καὶ
ἡ ἔξοδὸς ἀπ’ ἄκρου τοῦ οὐρανοῦ·
καὶ πάλιν,
τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου αὐτοῦ· ἐπεὶ μὴ δ’ εἷς ἄλλος ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ υἱὸς τοῦ ἀνθρώπου·Io. 3, 13.
καὶ πάλιν,
ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶνEph. 4, 10.
, κατὰ τὸν ἱερὸν ἀπόστολον· ἀλλὰ
καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ·
περὶ ἧς καὶ αὐτὸς εἶπεν τὸ,
πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη;Luc. 12, 49.
Εὐχερῶς δ’ ἄν τις ἑαυτῷ τούτοις ἀναλόγως ἐξεργάσεται τὰ κατὰ τὸν τόπον.

Τὸ ἐν τῷ ἐννεακαιδεκάτῳ ψαλμῷ λεγόμενον,

Νῦν ἔγνων ὅτι ἔσωσε Κύριος τὸν χριστὸν αὐτοῦ,Ps. 19, 6.
ἐμφαίνει πῶς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἐκ τοῦ θανάτου σωτηρίαν· αὐτῷ γὰρ εἴρηται καὶ τὸ,
Ἀγαλλιασώμεθα ἐν τῷ σωτηρίῳ σου·Ver. 5.
καὶ ὅλα δὲ τὰ κατὰ τὸν
τόπον ἐφαρμοσθείη ἂν αὐτῷ τῆς προσηκούσης τυχόντα ἐξηγήσεως.

Τὸ μὲν

Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς,Ps. 20.
καὶ τὰ ἑξῆς, εἴποι ἄν τις ἐπὶ τὸν Δαυὶδ ἀναφέρεσθαι δύνασθαι· τό γε μὴν
ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμεμῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰώνος,
οὐκέτι τῷ Δαυὶδ ἁρμόζει διὰ τὸ καὶ τὴν τελευτὴν αὐτοῦ ἐμφαίνεσθαι καὶ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἧς οὐ πολὺν χρόνον ἐτῶν περιωρίσθαι. Εἴη ἂν οὖν ὁ Χριστὸς ὁ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς βασιλεύειν ἐπὶ Σιὸν ὄρος τὸ ἐπουράνιον καταστάς· ὃς καὶ ζωὴν ᾐτήσατο τὸν Πατέρα οὐχὶ ἑαυτῷ, αὐτὸς γὰρ ἦν ἡ[*](Io. 11, 25.) ζωὴ, ἀλλὰ πᾶσι τοῖς εἰς αὐτὸν πιστεύσουσιν· καὶ ἔδωκεν αὐτῷ ὡς πάντας δύνασθαι τοὺς εἰς αὐτὸν πιστεύσαντας μεταβαίνειν ἐκ τοῦ θανάτου εἰς τὴν[*](Io. 5, 24.) ζωὴν τὴν αἰώνιον, καὶ εἰς μακρότητα τῶν παρὰ Θεῷ ἡμερῶν, αἳ εἰσὶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰώνος· καὶ τὰ λοιπὰ δὲ τὰ ἐν τῷ ψαλμῷ ὡς περὶ τῆς τοῦ βασιλέως δόξης λεγόμενα, οὐ μικρὰ ὄντα, ἁρμόττοι ἂν τῷ Χριστῷ μᾶλλον ἢ τῷ Δαυὶδ τῆς ἀξίας τυχόντα σαφηνείας.

Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ

Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με;Ps. 21.
ὑπ’
αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους εἴρηται· τοῦτο γὰρ ἐδήλου καὶ ἡ ἐπὶ τοῦ σταυροῦ φωνὴ ἡ,
ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ.
Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπ’ αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι
σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων δηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκελησίας ὑμνήσω σε·
καὶ πάλιν·
οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, κεαὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἑκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν.
Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος,
πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν·
ἢ περὶ τίνος ἐλάλησαν
ἐν χείλεσιν, ἐκίνησαν χεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν·
τίνα δὲ
μόσχοι πολλοὶ
καὶ ποταποὶ τὴν φύσιν,
κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπ’ αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος·
καὶ ἐπὶ τούτοις,
τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν
ἱματισμὸν αὐτοῦ·
τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων,
διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε·
λυέτωσαν δὲ ταῦθ ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ,
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν,
μέχρι τοῦ,
ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος.
Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ,
μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς·
καὶ τὸ,
προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν.
Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ’ ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ
ψαλμῷ, διὰ τοῦ,
γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον.Ps. 101.
Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζ′ εἴρητο,
λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.Ps. 17.
Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ δι’ αὐτὴν σκώληκα χρηματίσαντα,
ὅν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν,
μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες,
ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν·
τότε δὲ καὶ
ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν
ἑαυτῶν κατ’ αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ,
ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν·
αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ’ αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι
σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ.
Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ’ αὐτοῦ ἐπιβουλὴν, δι’ ἃς καὶ ἔφασκε,
περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με·
καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ’ αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι
ἑκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν· οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας·
ἢ κατὰ τὸν Ἀκύλαν,
ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς
μου καὶ πόδας μου·
ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ
ὤρυξαν
, καὶ μᾶλλον τὸ,
ἤσχυναν χεῖράς μου καὶ πόδας μου,
παραθέσθαι· οἷς ἐξῆς ἐπιφέρεται τὸ,
διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον·
ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν,
μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον·
ὁ δὲ Σύμμαχος,
διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον·
ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν
λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, δλὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται·Io. 19, 23.
οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς,
ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.
Καὶ ταῦτα μὲν ἡ προφητεία. περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ περιέχει· ᾧ ἀκολούθως ἐπιφέρεται καὶ ἐν τῷ ψαλμῷ ὥσπερ δὴ καὶ ἐν τοῖς εὐαγγελίοις,
τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·Matth. 9, 21.
ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.Ps. 131, 11.
Καὶ πάλιν,
Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. Τοὺς ἐχθρούς σου ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.
Καὶ ἐνταῦθα σαφῶς τῷ Δαυὶδ μεθ’ ὅρκου ὑπὸ τοῦ Θεοῦ ἐπαγγελία περὶ τοῦ Χριστοῦ δίδοται, ὡς ἂν ἐκ σπέρματος αὐτοῦ γεννηθήσεσθαι μέλλοντος, καὶ καθέξοντος αὐτοῦ τὸν θρόνον. Πολλῆς δ’ ἐξετάσεως χρῄζοι ἂν τὰ κατὰ τοὺς τόπους, ἐπεὶ μὴ δοκῇ σωματικῶς ὁ Χριστὸς ἐπὶ τὸν θρόνον τοῦ Δαυὶδ καὶ τὴν βασιλείαν αὐτοῦ κεκαθικέναι, ἃ καὶ ὑπερθησόμεθα διὰ τὸ μὴ τῆς παρούσης εἶναι πραγματείας παρὰ τὸν προκείμενον σκοπὸν κατατρίβειν τὴν σχολὴν ἐπὶ τὴν τοῦ ψαλμοῦ διήγησιν· εὐγνωμόνως δέ τοι χρὴ μὴ ἀπὸ μιᾶς γραφῆς, εἰ μὴ εἴη δυνατὴ κατὰ τὸ σωματικὸν ἐφαρμόζειν τῷ Χριστῷ, τὰ πολλαχῆ σαφῶς περὶ αὐτοῦ εἰρημένα παρακρούεσθαι· ἑπομένους γε μὴν ἀληθεῖ λόγῳ, καὶ αὐτῇ τῇ θείᾳ παρισταμένους γραφῇ, ἐφίσταναι προσήκει, ὃς ποτὲ μὲν αὐτὸν πτωχόν τινα καὶ εὐτελῆ καὶ ἄτιμον, μὴ ἔχοντα εἶδος μὴ δὲ κάλλος, ἐλεύσεσθαι προφητεύει, ἄλλοτε δὲ βασιλέα ἔντιμον αὐτὸν φησίν· ὧν τὰ μὲν καὶ σωματικῶς ἀποπεπληρῶσθαι δύναται, τὰ δὲ κατὰ μόνον τὸν πνευματικὸν τῆς γραφῆς νοῦν, ἤδη δὲ τίνα καὶ κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν πληρωθήσεσθαι προσδοκητέον. Πλὴν καὶ βασιλεὺς Ἰουδαίων ἐχρημάτισεν ὁ Κύριος
ἡμῶν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, οὐχ ὡς ἔτυχε τοῦ Πιλάτου κελεύσαντος ἐπιγραφῆναι αὐτοῦ τῷ σταυρῷ γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς τὸ,
οὗτός ἔστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων.

Καὶ τὸ ἐνθάδε λεγόμενον,

ἐμὲ ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι,Ps. 141, 7.
ἔοικεν ἐκ προσώπου λέγεσθαι τοῦ Σωτῆρος· τίνα γὰρ ἄλλον ὑπομενοῦσι δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Θεὸς, ἢ τοῦτον; Ἐπεὶ καθὼς εἴρηταί που περὶ τῶν πάλαι δικαίων, ὡς ἄρα
μαρτυρηθέντες οὐνκ ἐκομίσαντο τὰς ἐπαγγελίας, τοῦ Θεοῦ κρεῖττόν τι περὶ ἡμῶν προβλεψαμένου ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν.Heb. 11, 39.
Δῆλον δ’ ὅτι αὐτὸν ὁρᾷ τὸ ῥητὸν ἀπὸ τοῦ καὶ τὰ κατὰ τὸ πάθος αὐτοῦ ἐν τῷ ψαλμῷ ἀκολούθως ταῖς ἄλλαις προφητείαις προσημαίνεσθαι· γέγραπται γ’ οὖν,
Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου· ἐν ὁδῷ ταῦτῃ, ᾗ ἐπορεύομην, ἔκρυψαν παγίδα μοι·
καὶ πάλιν,
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.Ps. 141, 6.
Τούτοις ἑξῆς καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ εὐχόμενος φησίν·
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου· οἷς ἐπιφέρει τὸ, ἐμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.Ps. 141, 2.
Ὑπέμειναν οὖν τὸν Χριστὸν πάντες ἐκεῖνοι οἱ δίκαιοι ἕως οὗ ἀνταποδῷ αὐτῷ ὁ Πατὴρ, ἀνθ’ ὧν
ἐκένωσεν ἑαυτὸν, ὑπήκοος αὐτῷ γενόμενος μέχρι θανάτου.Phil. 2, 8.
Τίνα δὲ ἀνταποδῷ αὐτῷ ἢ
τὰ ἔθνη
κληρονομίαν, καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς·Ps. 2, 8.
ἵν’ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε καὶ ὁ πᾶς Ἰσραὴλ σωθῇ, καὶ ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ ἐφαρμόσαι ἂν τῷ Χριστῷ, τὰ κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ, καθ’ ἣν ἐπεβουλεύθη, περιέχοντα.

Ἐν μὲν τῷ μετὰ χεῖρας ψαλμῷ λέγεται,

κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι,Ps. 143, 5.
ἐν δὲ τῷ ιζ′,
καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη.Ps. 17.
Ἐσημειωσάμεθα μὲν οὖν κἀκεῖ καὶ τὸ ῥητὸν, καὶ ἐνταῦθα δὲ ταυτὸν ποιοῦντες περὶ τοῦ Λόγου τοῦ Θεοῦ ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Κλίνας γὰρ οὐρανοὺς τῷ κενῶσαι ἑαυτὸν τῆς ἐπουρανίου καὶ ἐν μορφῇ Θεοῦ δόξης, εἰς τὰ κατώτερα τῆς γῆς κατελήλυθεν δι’ ἣν ἀνεδέξατο ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας οἰκονομίαν· ὅθεν πρὸ τοῦ ἐκτεθέντος ῥητοῦ ἀποθαυμάσας ὁ λόγος φησί·
Κύριε τί ἐστιν ἄνθρωπος ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου ὅτι λογίζῃ αὐτόν;Ps. 143, 3.
Εἰς τοῦτο γὰρ κλίνας τοὺς λεγομένους οὐρανοὺς κατελήλυθεν ὁ τοῦ Θεοῦ Λόγος, ὡς ἂν γνωσθείη ἐνανθρω πήσας τῷ τῶν ἀνθρώπων γένει πρότερον ἀγνοούμενος αὐτῷ· καὶ οὐ περιεφρόνησεν παρ’ οὐδὲν ἡγησάμενος τὸν γενόμενον υἱὸν ἀνθρώπου, τοῦτ’ ἔστι πᾶσαν τὴν λογικὴν καὶ κατ’ εἰκόνα Θεοῦ γενομένην ψυχήν· καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ πνευματικῶς ἐκλαμβάνων νοήσειας.

Καὶ τὸ,

ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ,Ps. 147.
παρασημειώσασθαι ἔδοξεν, ὡς διδασκούσης καὶ ἐνταῦθα τῆς γραφῆς ὡς ἄρα ὑπόστατόν τι πρᾶγμα ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει, ἕτερος ὢν παρὰ τὸν ἀποστέλλοντα αὐτῷ Πατέρα· ὅρα δὲ πῶς ἑξῆς ἐπιφέρεται τὸ,
ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·
ὃ καὶ αὐτὸ πεπληρωμένον ἐστιν ἰδεῖν μετὰ τὴν Χριστοῦ παρουσίαν, οὕτω ἐν σφόδρα βραχεῖ χρόνῳ διαδραμούσης, καὶ εἰς πᾶσαν τὴν γῆν ἐν οὐ πολλοῖς ἔτεσι μέχρι καὶ τῶν περάτων τῆς οἰκουμένης κεκρατηκυίας αὐτοῦ τῆς διδαχῆς.

Καὶ τὸ ἐνθάδε λεγόμενον,

Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησανPs. 148.
, ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν,
Αἰνεῖτε τὸν Κύριον,
τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν μετὰ τὸν Πατέρα, τὸ ὄνομα αὐτοῦ ἐπιλέγων, ὡς ἄρα
αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.
Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δ’ ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον
δ’ ὅτι καὶ ἐν λβ′ ψαλμῷ κατὰ λέξιν ἐμφέρεται τὸ,
αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν·Ps. 32.
ἀλλ’ ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον
ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.Col. 1, 16.

Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἐξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα.